Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1483.

τότε δὴ τότε
: ἐν τῷ πρὸς Ὀρέστην πολέμῳ ἐφάνημεν διαπρεπόντως δειλοὶ οἱ Φρύγες, ἢ τότε ἐν τῷ Τρωϊκῷ πολέμῳ. Ἁλλως. τότε δὴ τότε διαπρεπεῖς ἐγένοντο Φρύγες, ἀντὶ τοῦ ἔκδηλοι τὴν δειλίαν καὶ ἐξεληλεγμένοι, φησὶν, ἐν τῇ συμβολῇ τῇ πρὸς τὸν Ὀρέστην καὶ πρὸς τὸν Πυλάδην ἐφάνησαν οἱ Φρύγες, πολὺ τῶν Ἑλλήνων ὄντες ἀσθενέστεροι, καὶ ὅσον ἦμεν ἐλάττους ἐν τῇ μάχῃ τῇ πρὸς τοὺς Ἕλληνας κατὰ τὴν Ἴλιον. φησὶ γὰρ αὐτὰ κατὰ ἀναφορὰν πρὸς
τὰ ἐν Ἰλίῳ, λόγου παρεκβάσει χρησάμενος· οὐ γὰρ εἰκὸς ἦν οὕτω πολλοὺς εἶναι τοὺς ἐν τοῖς βασιλείοις τεθνηκότας ὡς καταλέγειν πτώματα μυρίων νεκρῶν. ἔστιν οὖν ὁ πᾶς λόγος τοιοῦτος· κατὰ τὴν συμβολὴν τὴν πρὸς τὸν Ὀρέστην κατάδηλοι γεγόναμεν ἀσθενεῖς ὄντες οἱ Φρύγες. B.M.I.