Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1453.

Ἰδαία μῆτερ
: Ἴδη ὄρος ἐστὶ Τροίας, ἔνθα τετίμηται ἡ Ῥέα. ἴσως οὖν ὡς ἐγχωρίαν θεὸν ἐπικαλεῖται αὐτὴν ὁ εὐνοῦχος. ὀβρίμαν δὲ αὐτήν φησιν, ἐπεὶ λέουσιν ὀχεῖται, ἢ ὅτι ἐνίσταται τοῖς αὐτῇ συντυγχάνουσιν. μέλλων δὲ διηγεῖσθαι ὁ Φρὺξ ἅπερ ἐτεθέατο ἔνδον τὴν Ῥέαν ἐπικαλεῖται ὡς ἀλεξίκακον. Ἰδαίαν δὲ ἀντὶ τοῦ ὀρεινήν· ἐν γὰρ τοῖς ὄρεσι διατρίβειν φασὶ τὴν θεόν. ὀβρίμαν δὲ τὴν ἰσχυρὰν καὶ φοβεράν. ὁ δὲ λόγος, φεῦ φεῦ, τῶν ἀνόμων κακῶν, ὦ μῆτερ Ῥέα, ἅπερ τεθέαμαι ἔνδον κατὰ τοὺς οἴκους. καλεῖται δὲ καὶ ἀνταία· τοῖς Φρυξὶ γὰρ ὑπαντῶσα φοβερά ἐστιν. B.M.I.

Ἰδαία
: ἡ τιμωμένη ἐν τῇ Ἴδῃ. Gu.

μᾶτερ
: τῶν θεῶν Ῥέα. Gu.

ὀβρίμα
: ἱστοροῦσι γὰρ αὐτὴν ἐποχουμένην λέουσιν· ὅθεν καὶ πρὸς αὐτὴν ποιεῖται τὸν λόγον, ὡς φοβερὰ ἰδών. καὶ οὗτος μὲν ὡς Φρὺξ τὴν παρὰ Φρυξὶ τιμωμένην θεὰν ἐπιβοᾶται· οἱ δὲ ἄλλοι πάντες Ἡρακλῆν τὸν Διὸς, λέγοντες ἐπὶ τοῖς παραπίπτουσι δυσκόλοις ἀεὶ, ὦ Ἡράκλεις· ἔνιοι δὲ καὶ τὸν Ἀπόλλωνα, καὶ μαρτυρεῖ τὸ Ἄπολλον ἀποτρόπαιε. Bar. Gu. ἰσχυρὰ, φοβερά. Gr.