Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

140.

σῖγα σῖγα
: ἠρέμα, ἀψοφητὶ καὶ μετὰ ἡσυχίας. πρόσφορος δὲ τῷ πάθει καὶ ἡ τοῦ ῥυθμοῦ ἀγωγὴ δοχμιάζουσα. A.B. C.M.I. λεπτὸν δὲ ἴχνος ἀρβύλης ἀντὶ τοῦ κούφως καὶ ἐλαφρῶς τιθεῖτε τὸν πόδα μετὰ τῆς ἀρβύλης. εἰ δὲ γράφεται λευκὸν ἴχνος, ἀπὸ μέρους τὸ ὅλον, ὡς τὸ ἀργυρόπεζα Θέτις. ἴχνος δὲ λέγει τὸν πόδα, καὶ ἀρβύλη ἐστὶν εἶδος ὑποδήματος γυναικείου κοίλου καὶ βαθέος. B.I. Ἄλλως. εἰ μὲν λευκόν, συνάπτεται τῷ σῖγα σῖγα, καὶ λέγεται κατὰ ἀντίπτωσιν οὕτως· μετὰ σιγῆς, μετὰ σιγῆς τιθεῖτε τὴν ἀρβύλην τοῦ λευκοῦ ἴχνους, ἤγουν τοῦ λευκοῦ ποδός. εἰ δὲ λεπτόν, στίζεται μετὰ τὸ σῖγα σῖγα, καὶ ἔχει τὸ πᾶν οὕτως· μετὰ σιγῆς, μετὰ σιγῆς, ἔρχεσθε δηλονότι, εἶτα λεπτὸν τιθεῖτε, ἀντὶ τοῦ ἥσυχον, τὸ ἴχνος, ἀντὶ τοῦ τὴν βάσιν τῆς ἀρβύλης. ἐστὶ δὲ ἀρβύλη εἶδος γυναικείου ὑποδήματος. Gr. I. Ἄλλως. μετὰ σιγῆς τιθεῖτε τὸ λευκὸν ἴχνος τῆς ἀρβύλης, ἀντιστρόφως, ἀντὶ τοῦ τὴν ἀρβύλην τοῦ λευκοῦ ἴχνους, ἤτοι τοῦ λευκοῦ ποδός. εἰ δὲ λευκὸν γράφεται, σύναπτε οὕτως, μετὰ σιγῆς, ἔρχεσθε δηλονότι, τιθεῖτε τὸ ἴχνος τῆς ἀρβύλης ἐλαφρὸν, μὴ κτυπεῖτε, μηδ’ ἔστω κτύπος. I. ἀρβύλης
εἶδος ὑποδήματος γυναικείου ἀπὸ τοῦ ἁρμόζειν καὶ βύειν τοὺς πόδας. Gu.