Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1385.

ἁρμάτειον μέλος
: τὸ ἁρμάτειον μέλος ὁ Δίδυμός φησιν ὠνομάσθαι, ὅτι αἱ ἀρχαῖαι παρθένοι εἰς τοὺς θαλάμους διὰ τῶν ἁρμάτων ἤγοντο· ὅθεν ἔτι καὶ νῦν πάροχοι λέγονται ἀπὸ τοῦ τοῖς ὄχεσι παρεδεῖσθαι καὶ ὑμέναιον ᾄδειν ὡς ἐπιθαλάμιον ἐν τοῖς θαλάμοις. ὅθεν τοίνυν ὁ βάρβαρος, ἐπειδὴ συνέβη ὁ τῆς Ἑλένης γάμος, ὃν Πάρις συνετέλεσεν ἐπὶ κακῷ τοῖς Τρωσὶ γενέσθαι, καὶ τὸν αὐτοῖς ὑμέναιον ᾀσθέντα κατὰ ἀνάμνησιν ἀναστενάζει, τὸν ἐπὶ κακῷ τοῖς Τρωσὶν ὑμέναιον ἐπιτελεσθέντα. ἔνιοι δὲ ἁρμάτειον τὸν θρῆνόν φασι τὸν ἐπὶ τῷ ἑλκυσμῷ τοῦ Ἕκτορος γενόμενον. Ἀπολλόδωρος δὲ ὁ Κυρηναῖος ἐπιγράφει, λέγων εἶναι ἁρμόδιον ὦ Ἴλιον. εἰ δὲ ἦν παρεπιγραφὴ, ἅπαξ ἂν ἐπεγράφετο τὸ Ἴλιον ἀπώλεσεν. ἔνιοι δὲ τὸν ἐκπεπηδηκότα Φρύγα εὐνοῦχόν φασιν εἶναι, τοὺς δὲ εὐνούχους ἐπιεικῶς ὀξυφώνους ὑπάρχειν. τὸ οὖν ὀξύτονον ἁρμάτειον αὐτὸν φάναι διὰ τὸ τὸν ὑπαξόνιον τῶν ἁρμάτων ἦχον ἀνατεταμένον τε καὶ ὀξὺν εἶναι. ὅτι δὲ εὐνοῦχος ἦν φησιν οὔτε γὰρ γυνὴ πέφυκας οὔτ’ ἐν ἀνδράσιν σύ γ’ εἶ, καὶ πάλιν ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται. εἰσὶ δὲ καὶ ἄλλαι αἰτίαι, ἃς ἐκτίθεται ὁ ὑπομνηματισάμενος. ὁ λόγος οὗτος· τὸ Ἴλιον καὶ τὴν Ἴδην, ἔτι δὲ καὶ τὸν Ἕκτορα, καὶ τὸ ἐπὶ τῷ ἑλκυσμῷ τούτου μέλος θρηνῶ βαρβάρῳ βοᾷ. B. I. ἁρμάτειον γὰρ μέλος τὸν θρῆνόν φασι τὸν ἐπὶ τῷ ἑλκυσμῷ τοῦ Ἕκτορος γενόμενον, ἵν’ ᾖ οὕτως, τὸ Ἴλιον καὶ τὴν Ἴδην, ἔτι δὲ καὶ τὸν
Ἕκτορα καὶ τὸ ἐπὶ τούτῳ μέλος θρηνῶ βαρβάρῳ βοᾷ. ἔνιοι δὲ ἁρμάτειον τὸν ὑμέναιον τὸν ἐπὶ ἄρμασι τῶν νυμφῶν ᾀδόμενον ὡς ἐπιθαλάμιον. τοῦτο γάρ φησιν ὁ Φρὺξ, ὑπομνησκόμενος στενάζω τὸν Ἑλένης ὑμέναιον. οἱ δὲ ἁρμάτειον τὸν ὕμνον, ἐπεὶ συντόνῳ φωνῇ κεχρηται. M.

ὥς σ’―ἁρμάτειον
: λίαν σε στένω, ἤγουν θρηνῶ, φθαρὲν ἁρμάτειον μέλος βαρβάρῳ βοῇ, ἤγουν θρηνῶ σε θρῆνον ἁρμάτειον βαρβάρῳ βοῇ. ἁρμάτειον δὲ θρῆνον λέγουσιν εἶναι ὃν ἐποίησαν ἐπὶ τῷ Ἕκτορι ἑλκομένῳ διὰ τοῦ ἅρματος. Bar. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76.

ἀρμάτειον μέλος
: ἀντὶ τοῦ λεπτὸν, ὀξύφωνον, παρ’ ὅσον καὶ ὁ ἄξων τοῦ ἅρματος τοιαύτην ἀποπέμπει φωνὴν τρύζων. οὗτος οὖν ὁ εὐνοῦχος τοιαύτην εἶχε φωνήν. Bar. Gu.