Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1382.

Ἲλιον Ἲλιον
: τὸ Ἴλιον λέγει, καὶ τοῦτο εἰπὼν ἐπιστένει. φανερὸν δὲ ἐκ τοῦ καὶ πάλιν ἐρωτηθέντα ὑπὸ τοῦ χοροῦ τί δ’ ἔστιν, Ἑλένης πρόσπολε εἰπεῖν Ἴλιον Ἴλιον, ὤμοι μοι. B.M.I.

Ἴλον Ἴλιον
: ἐρωτηθεὶς ὁ Φρὺξ ὑπὸ τοῦ χοροῦ πάλιν εἶπεν Ἴλιον Ἴλιον, ὤμοι μοι, τό τε Ἴλιον καὶ τὴν καλλίβωλον Ἴδην τῇ ἐμαυτοῦ βαρβάρῳ φωνῇ στένω. ὁ δὲ λόγος, στένω τὰ εἰρημένα ἀπολόμενα διὰ τὸ τῆς Ἑλένης κάλλος, καὶ τὸ ἁρμάτειον μέλος τὸ ἐπὶ τοῖς κακοῖς ᾀσθέν. τινὲς δὲ τοῦτο παρεπιγραφὴν εἶναί φασιν ὡς εἰς τὰ κωμικὰ δράματα. B.M.I.

Ἴλιον Ἴλιον
: ἐρωτήσαντος τοῦ χοροῦ τὸν Φρύγα τὰ περὶ τῆς Ἑλένης, ὁ δὲ οὐ περὶ αὐτῆς ἀπεκρίθη, ἀλλ’ ὥσπερ ἐμμανὴς ὢν τῷ φόβῳ εἰς μνήμην ἔρχεται τῆς Τροίας ἁλώσεως καὶ τῆς τοῦ Γανυμήδους ἁρπαγῆς. ἔστι δὲ τὸ ὀλόμενον πρὸς τὸ ἄστυ, τὸ δὲ Ἴδης ὄρος καὶ τὸ ὤμοι μοι διὰ μέσου. σύναπτε οὖν τὸ ὀλόμενον πρὸς τὸ διὰ τὸ τᾶς ὀρνιθόγονον ὄμμα. Bar. Gu. ἡ δὲ σύνταξις τὸ Ἴλιον Ἴλιον οὕτως ἔχει· ὧ Ἴλιον Φρύγιον ἄστυ καλλίβωλον καὶ εὔγειον, στένω καὶ στενάζω σε ἐν βαρβάρῳ βοᾷ μέλος ἁρμάτειον καὶ λεπτὸν, ὡς ὀλλύμενον καὶ ἀπολεσθὲν διὰ τὸ ὀρνιθόγονον κυκνόπτερον ὄμμα τῆς Ἑλένης, τὸν σκύμνον καὶ τὸ γέννημα τῆς καλλοσύνης καὶ εὐμόρφου Λήδας, τὴν Ἐριννὺν καὶ τὴν φθορὰν τῶν ξεστῶν περγάμων Ἀπολλωνίων,
ἤγουν τῶν ὑπ’ Ἀπόλλωνος κτισθέντων τειχῶν τῆς Τροίας. τὸ δὲ ὡς τοῦ ὀλόμενον εἰ μὲν ἀντὶ τοῦ λίαν ἐρεῖς, πρὸς τὸ στένω συνάψεις, εἰ δὲ ἀντὶ τοῦ καθά, πρὸς τὸ ὀλλύμενον. Bar. Gu.