Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1378.

ταυρόκρανος
: τοῦτο ἔξωθεν ὁ ποιητὴς πρὸς ἀναπλήρωσιν τοῦ ἰάμβου προσέθηκεν· οὐ γὰρ ἁρμόττει ἀμαθεῖ γε ὄντι τῷ Φρυγὶ τοῦτο λέγειν. ἀναστρεπτέον δὲ τὴν λέξιν, τουτέστιν ἐν Ὠκεανᾷ, ὃς ταυρόκρανος ὢν ἑλίσσων κυκλοῖ χθόνα. καὶ οὗτος δὲ ποταμὸν ὑπείληφε τὸν Ὠκεανὸν, ὡς Ὅμηρος οὔτε τις οὖν ποταμῶν ἀπέην, νόσφ’ Ὠκεανοῖο. ὅτι δὲ κύκλῳ περιρρεῖ τὴν οἰκουμένην ἐσήμανε τὸ ἀψορρόου Ὠκεανοῖο. ἐπιεικῶς δὲ τοὺς ποταμοὺς ταυροκράνους ἐζωγράφουν τε καὶ ἔλεγον, ἴσως ὅτι παραπλήσια τῷ μυκήματι τῶν ταύρων ἡ ἀπήχησις τοῦ ὕδατος ποιεῖ ἐν τοῖς σφοδρῶς ῥέουσι ποταμοῖς, ἢ διὰ τὸ βίαιον τῶν ὑδάτων, ἅπερ τὴν γῆν διὰ τὰ παρεμπίπτοντα τῶν ὑδάτων ῥήγνυσιν ὡς τοῖς κέρασιν οἱ ταῦροι. ὡς γάρ φησιν ἐν ἄλλοις ταῦροι δ’ ὑβρισταὶ καὶ εἰς κέρας θυμούμενοι. ἐν γὰρ αὐτοῖς ἔχουσι τὴν ἰσχύν. B. M.I.

ταυρόκρανον
: οἱ ποταμοὶ, φασὶ, ταυρόκρανοι διετυποῦντο, ἢ ὅτι μυκηθμῷ εἰσι παραπλήσιοι παρὰ τὰς ἐκβολὰς ― καὶ Ὅμηρος τοὺς
δ’ ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος ―ἢ ὅτι σχίζουσι τὴν γῆν ὡς οἱ βόες, ἢ διὰ τὸ τὰς νομὰς παρὰ τοὺς ποταμοὺς εἶναι, ἢ διὰ τὸ καμπὰς ποιεῖν ὡς κεράτων. Bar. Gr. ταυροκράνους φασὶ τοὺς ποταμοὺς ποιηταὶ, ἢ διότι ὁ τῶν ὑδάτων ἦχος ἔοικε μυκήμασι ταύρου, ἢ διότι καὶ τὸ ὕδωρ τὰς ἄνω πηγὰς ἐοικνίας ἔχει κεφαλῇ ταύρου· ὥσπερ γὰρ αὕτη κέρασιν ἐσχημάτισται, οὕτω κἀκεῖναι· δοκοῦσι γὰρ ὥσπερ κέρατα, εἴ τις αὐτοὺς ὁρῴη, οἱ ἐκ τῶν τῆς γῆς στενῶν πόρων ἐκρέοντες κρουνοὶ καὶ εἰς ἓν συνιόντες. Bar. Gu.