Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1373.

φροῦδα γᾶ
: διχῶς ἄν τις τοῦτο ἐκδέξαιτο· καθ’ ἕνα μὲν τρόπον, ὅτι ἡ γῆ τῶν Ἀργείων ἀφανής ἐστι τοῖς βαρβάροις δραπετεύουσι, καθὸ ἄπειροι τῶν τόπων. ἐπεὶ ὑπερβαίνει τὰ βασίλεια καὶ μὴ διὰ τοῦ ἐδάφους τὴν πορείαν ποιεῖται, διὰ τὸ ὕψος ἀφανῆ φησιν εἶναι τὴν γῆν αὐτῶν. τὸ δὲ βαρβάροις δρασμοῖς πρὸς τὸ ἐχόμενον ληπτέον, οἷον βάρβαρος ὢν οὐκ οἶδα ποῖ φύγω· καὶ γὰρ οὐκ εἰμὶ τῶν τόπων ἐθάς. ἢ οὕτως· ἐπεὶ μὴ διὰ γῆς ποιεῖται τὴν πορείαν, ἀλλ’ ὑπερβὰς ἥλατο, ἀφανῆ φησιν ἑαυτῷ εἶναι τὴν γῆν. ἢ τὸ φροῦδα γᾶ ἐπὶ τῆς Ἰλίου φησίν· ἐρωτώμενος γὰρ τὸ ἐμοί φησὶν Ἲλιον Ἴλιον, ὤμοι μοι, τουτέστιν ἐμοῦ τοῦ βαρβάρου φεύγοντος πάνυ ἀφέστηκεν ἡ πατρίς. B.I.

φροῦδα
: διὰ μέσου. Cant. Gr.