Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

131―135. Ἰδοῦσα ἡ Ἠλέκτρα τὸν χορὸν τῶν Ἀργείων γυναικῶν ἐλθόντα ἐπισκέψασθαι τὸν Ὀρέστην, καὶ φοβηθεῖσα μή πως ἐγεροῦσιν αὐτὸν ἀπὸ τοῦ ὕπνου, διακόψασα τὸν λόγον, ὃν περὶ τῆς Ἑλένης ἔλεγε, μετὰ λύπης λέγει ὢ τάλαιν’ ἐγώ. αἱ φίλαι ξυνῳδοὶ, ἤγουν αἱ συνθρηνοῦσαι μετ’ ἐμοῦ, αὖ καὶ πάλιν πάρεισι καὶ προσέρχονται, ὡς φαίνεται, ὅτι καὶ πρῶτον ἐκεῖ ὑπῆρχον. ἴσως ἠρεμοῦντα τὸν Ὀρέστην μεταστήσουσι καὶ διεγεροῦσιν ἀπὸ τοῦ ὕπνου ἀπό τε τῆς ὁμιλίας καὶ τοῦ κτύπου τῶν ποδῶν αὐτῶν· ἐπεὶ γὰρ πλῆθος ἦν, θόρυβον ἔμελλε ποιῆσαι εἰσερχόμενον· καὶ εἰ ἐγεροῦσιν αὐτὸν, ἐκτήξουσι τὸ ἐμὸν ὄμμα ἐν τοῖς δακρύοις. ἐπεὶ γὰρ ἔβλεπεν

αὐτὸν δαιμονιζόμενον καὶ πάσχοντα, κλαίειν ἔμελλεν ὡς ἀδελφή. Fl. 59.