Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1156.

ἀλόγιστον δέ τι
: ἀσύνετον δέ ἐστι τὸ ἀνταλλάσσειν τὸ
πλῆθος ἀντὶ τοῦ εὐγενοῦς φίλου. A.B.C.I. Ἄλλως. ἕνα, φησὶν, ἄνδρα συνετὸν προκρίνειεν ἄν τις ἀλογίστου πλήθους τῶν πολλῶν. B. M.I. Ἄλλως. ἀλόγιστον δέ τι ἀντὶ τοῦ ἀσύνετον δέ τι καὶ μωρόν ἐστι τὸ ἀνταλλάσσειν τὸ πλῆθος ἀντὶ τοῦ εὐγενοῦς φίλου καὶ προκρίνειν. M. Gr. I. ἤγουν τὸ προτιμᾶν τὸ πλῆθος ἀντὶ τοῦ γενναίου φίλου· οὐ γὰρ τὸ πλῆθος θέλει δηλοῦν ἀλόγιστον, ἀλλ’ ὅτι ἀντάλλαγμα γινόμενον τὸ πλῆθος γενναίου φίλου, τουτέστιν ἀντὶ τοῦ γενναίου φίλου λαμβανόμενον, ὡς πλείονός τινος ἄξιον, ἀλογίστως λαμβάνεται. καὶ ἔστιν ὅμοιον τῷ ταχὺς παρεγένου ἀντὶ τοῦ ταχέως, καὶ τοῖς ὁμοίοις. Gr. I. ἀσύνετον καὶ μωρὸν, μάταιον, οὐδενὸς λόγου ἄξιον, ἀπὸ τοῦ ἀλογίζω. ἀλόγιστον γὰρ τὸ ἄλογον καὶ μωρόν· ἀλόγητον δὲ τὸ καταφρονητὸν, ἀπὸ τοῦ ἀλογῶ ἀλογήσω. Gu.