Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1123.

καὶ νῷν παρέσται
: καὶ γὰρ, ἡμεῖς οἰκτιζόμεθα μὲν, χαίρομεν δὲ ὡς μέλλοντες αὐτὴν φονεύειν. τὸ οὖν τότε ἢ ὅτε εἰσερχόμεθα, ἢ ὅτε φονεύομεν αὐτήν. Ἄλλως. ἀντὶ τοῦ ἡμῖν τοῖς δύο. τοῦτο δὲ, φησὶν, αὐτὸ, τὸ δεῖν μὲν δακρύειν, χαίρειν δὲ τῇ διανοίᾳ.
καὶ ἡμῖν γενήσεται ὅπερ ἐκείνῃ τότε, ἡνίκα εἰσελθόντες πρὸς αὐτὴν ἱκετεύομεν· ὡς γὰρ ἐκείνη ἡμῶν ὀδυρομένων προσποιήσεται μὲν δακρύειν, χαρήσεται δὲ κατὰ ψυχὴν, οὕτω καὶ ἡμεῖς αὐτῆς ἱκετευούσης προσποιησόμεθα λυπεῖσθαι, ἔνδον χαίροντες ἐπὶ τῷ μέλλειν ἀναιρεῖν αὐτήν. B.C.M.I. Ἄλλως. καὶ ἡμῖν τότε ταῦτα παρέσται, ἅπερ ἐκείνῃ, ἤγουν τὸ ἔξωθεν δακρύειν, ἔνδοθεν δὲ χαρὰν ἔχειν τῇ ἐλπίδι τῆς διαχειρίσεως αὐτῆς. Gr. I. καὶ ἡμεῖς τὸ μὲν φαινόμενον πρὸς αὐτὴν δακρύσομεν, ὅτε πρὸς αὐτὴν ἐλεεινολογούμεθα, ἔνδον δὲ χαρὰν ἕξομεν διὰ τὸν αὐτῆς θάνατον. Gu.