Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1001.

ὅθεν ἔρις
: ὅθεν, ἤγουν ἀπὸ τῆς ἀρνὸς, ἔρις καὶ φιλονεικία ὑπῆρξεν Ἀτρεῖ καὶ Θυέστῃ. τότε εἰς μονόπωλον ἀῶ, ἤγουν ἐς μίαν ἡμέραν μετέβαλεν ὁ Ζεὺς τὴν πρὸς ἕσπερον κέλευθον τοῦ οὐρανοῦ, προσαρμόσας τὸ πτερωτὸν καὶ ταχὺ ἅρμα τοῦ ἡλίου εἰς ὁδὸν ἄλλην, καὶ μεταβάλλει τὸ δρόμημα τῆς ἑπταπόρου Πλειάδος εἰς ὁδὸν ἄλλην, τουτέστι τὸν ἥλιον καὶ τὰς ἑπτὰ Πλειάδας, ἐξ ἀνατολῶν ἐς δύσιν ἀνατέλλοντας, ἐκ δύσεως εἰς ἀνατολὴν ἀνατεταλκέναι πεποίηκε, δεικνὺς τὴν τῶν γινομένων παρανομίαν τῇ τούτων μετατροπῇ. καὶ ἐκ τῶνδε ἀμείβει καὶ ἐκ διαδοχῆς ἐπιφέρει καὶ τὰ ἐπώνυμα δεῖπνα τοῦ Θυέστου καὶ τὰ λέκτρα τῆς Κρήσσης Ἀερόπης τῆς δολίας ἐν δολίοις γάμοις, ἀμείβει θανάτους θυνάτων, τουτέστιν ἀπὸ τούτων τῶν πραγμάτων καὶ ἀπ’ ἐκείνου τοῦ καιροῦ συμφοραὶ καὶ θάνατοι οὐ λείπουσιν· ὧν αἴτια τό τε φαγεῖν τὸν Θυέστην τοὺς αὐτοῦ παῖδας παρὰ Ἀτρέως σφαγέντας καὶ προτεθέντας εἰς δεῖπνον, καὶ τὸ τὴν Ἀτρέως γυναῖκα Ἀερόπην τῷ Θυέστῃ μοιχεύεσθαι. εἰ μὴ γὰρ ἐκεῖνα συνέβη, οὐδὲ ταῦτ’ ἐγεγόνει. τὰ πανύστατα δὲ τῶν οἴκων ἦλθεν εἰς ἐμὲ καὶ εἰς τὸν ἐμὸν πατέρα σὺν πολυπόνοις ἀνάγκαις, τουτέστι τὰ ὕστερον δυστυχήματα ὁ ἐμὸς πατὴρ καὶ ἐγὼ δεδυστυχήκαμεν. Gu. γρ. τὸ τέτρωρον. M. γρ. τό τε πτερωτόν. B.