Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1.

Ὀυκ ἔστιν οὐδὲν δεινόν
: ἐπειδὴ ἡ τοῦ πατρὸς αὐτῆς δυστυχία ὑπερῇρεν ἁπάσας, διὰ τοῦτο αὕτη γνωματευομένη ταῦτά φησι καθ’ αὑτήν. δείξει δὲ ὡς ἐξ ἀρχῆς τὸ γένος αὐτῆς συμφοραῖς ὑπέκειτο. Gu. I. ἵνα μὴ καθ’ ἕκαστον ἀπαριθμῆται τὰ συμβαίνοντα τοῖς ἀνθρώποις κακὰ, περιλαμβάνει διὰ τοῦ γενικοῦ ὀνόματος τοῦ δεινοῦ, διαιρουμένου εἰς πάθη καὶ συμφοράς. καὶ πάθη μέν ἐστι τὰ συμπίπτοντα τοῖς σώμασι νοσήματα, συμφοραὶ δὲ αἱ ἐπερχόμεναι τοῖς ἀνθρώποις θλίψεις. καὶ τὸ ὧδ’ εἰπεῖν ἔπος διὰ τοῦτ’ ἔφη, διότι καθολικῶς ἐξήνεγκεν. ἐπεὶ δὲ πάθος καὶ συμφορὰν εἴρηκε, προτιμᾷ τὸ θηλυκὸν τοῦ οὐδετέρου, ἀποδιδοὺς τὸ ἧς πρὸς τὸ συμφορά. γίνωσκε δὲ ὅτι, ὅταν εὑρεθῶσι δύο ὀνόματα, ἀρσενικὸν καὶ θηλυκὸν, μάλιστα μὲν τὸ ἀρσενικὸν προτιμᾶται τοῦ θηλυκοῦ, συμβαίνει δὲ ἔστιν ὅτε καὶ τὸ ἀνάπαλιν. ὁ αὐτὸς δὲ λόγος ἐστὶ καὶ ἐπὶ τῶν θηλυκῶν καὶ οὐδετέρων. ἀλλὰ μὴν καὶ τοῦτο πολλάκις γίνεται. κειμένου γὰρ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου ὀνόματος, ἀποδίδοται ἡ σύνταξις πρὸς τὸ οὐδέτερον, ὡς εἰς πρᾶγμα. Gu. I.