Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

396. πολλή γ᾿ ἀνάγκη: λείπει τὸ ἐστί. M. ἀνάγκη ἐστὶ συν αποθανεῖν με τῇ θυγατρί. I. ἀνάγκη: ἐστὶν ἐμοὶ δηλονότι. Fl. 21. ἐπεὶ τὰ μετὰ ἀνάγκης δούλης. Fl. 10.

397. πῶς; οὐ γὰρ οἶδα δεσπότας: εἰπούσης τῆς Ἑκάβης ὡς ἀνάγκη συναποθανεῖν τῇ θυγατρί μου, φησὶν ὁ᾿ Ὀδυσσεὺς, πῶς; οὐ γὰρ δοῦλός εἰμι, ἵνα μετὰ ἀνάγκης δεσποτῶν διαπράττωμαί τι. πρῶτός εἰμι ἐν τῷ στρατῷ καὶ ὃ θέλω ποιήσω. οὐ γὰρ ὑπ᾿ ἄλλου προστάσ σομαι, ἵνα εἰπόντος ἐκείνου σφαγήτω καὶ ἡ Ἑκάβη ἀκούσω τούτου. A. πῶς λέγεις συναποθανεῖν; οὐ γὰρ οἶδα ὅτι κέκτημαι δεσπότην σὲ, τοῦτό με ποιῆσαι ἀναγκάσοντα. I. πῶς; ποιήσω τοῦτο δηλονότι; ἤγουν οὐ δύναμαι. καὶ γὰρ ἐγὼ κέκτημαι δεσπότας, ἤγουν κυρίους, τὸν Ἀγαμέμνονα καὶ τὸν Μενέλαον, καὶ οὐκ οἶδα τί βουλήσονται ἐκεῖνοι ἐν τούτῳ. Fl. 21. πῶς: ἔστιν ἀνάγκη. Gu. θέλεις ἀποθανεῖν; οὐ γὰρ ἀναγκάσεις με συναποκτενεῖν σε τῇ σῇ θυγατρί· οὐ γὰρ ἔχω σε κυρίαν καὶ δεσπότριαν, ὡς τὸ προσταχθέν σοι πληρώσω καὶ ὑπακούσομαι. Gu. οὐ γὰρ οἶδα δε σπότας κεκτημένος: τὸ οἶδα κεκτημένος οὐκ ἔστι περίφρασις Ἀττικὴ ἀντὶ τοῦ κέκτημαι, ἀλλὰ οὕτω νόει· οὐ γὰρ οἶδα ὅτι δεσπότας ἔχω. Gu. δεσπότας: ἤγουν αὐθέντας. Fl. 17. κεκτημένος: ἔχων. Fl. 56. οὐ δοῦλός εἰμι, ἵνα μετὰ ἀνάγκης δεσποτῶν διαπράττωμαί τι. M. Fl. 19. ἐπεὶ τὰ μετὰ ἀνάγκης δούλοις πρέπει. M.

[*](22. δεσπότριαν] Vocabulum aliunde quod hic restituit Matth. Nam in non magis cognitum quam Gu. est δεσπότρειαν. δεσπότειρα quod ab Sophocle dictum 24. τὸ οἶδα—ἔχω] Idem scholion Pollux 3, 73. non magis probat est in Baroc. 74. sed mutilum et quam δεσπότιν Euripidis: ubi corruptum: τὸ οἶδα κεκτ. οὐ ἔστι quod Falckenburgius pro δεσπότειραν περίφρασις, ἀλλ᾿ Ἀττικὴ σύνταξις ἀντὶ scriptum affert δεσποτηρίαν fortasse τοῦ κέκτημαι. pro δεσπότριαν scriptum est,)
319

398. ὁποῖα κισσός: καθάπερ κισσοῦ δρῦς ἀντιλαμβάνεται περιπλακέντος, κἀγὼ ταύτης μεταλαμβάνομαι καὶ οὐ χωρισθήσομαι αὐτῆς ἀναιρουμένης, ἀλλὰ σὺν αὐτῇ θνήσκειν βούλομαι. M. καθάπερ ὁ κισσὸς ἀντιλαμβάνεται καὶ περιπλέκεται τῇ δρυῒ, τὸν αὐτὸν κἀγὼ τρόπον ταύτης λάβωμαι καὶ οὐ χωρισθήσομαι. Ἄλλως. κισσός ἐστιν εἶδος δένδρου μικροῦ, ὅπερ καὶ ἐν ταῖς ἀμπέλοις συνεχῶς ἀνέρχεται καὶ εἱλίσσεται ἐν αὐταῖς, ἀναφέρεται δὲ Διονύσῳ. εἰς νάρθηκα γὰρ ἔπλεκον τὸ αὐτὸ φυτὸν καὶ οὕτως ἐχόρευον αἱ Βάκχαι τῷ Διονύσῳ. A. ὥσπερ ὁ κισσὸς ἔχεται τῆς δρυὸς, οὕτως ἕξομαι αὐτῆς. I. ὁποῖα: καθά. Fl. 17. ἐπιρρηματικῶς, ἀντὶ τοῦ ὡς. Fl. 6. 9. 56. 59. 76. Gr. τοιαύτη ἔσομαι· ἐπιρρηματικῶς, ἀντὶ τοῦ ὡς ἔχεται, οὕτω τῆς Πολυξένης ἅψομαι. Fl. 21. ὅπως: οὕτως. Gr. τὸ ὅπως ἀντὶ τοῦ ὥσπερ, ἀντὶ τοῦ πῶς, ἀντὶ τοῦ ἵνα, ἀντὶ τοῦ ἐπεί, καὶ ἀντὶ τοῦ οὕτως. Gu. ἕξομαι: ἅψομαι. Gr. περιπλακῶ. Gu.

399. οὐκ ἤν γε πείθῃ: ἐὰν πείθῃ τοῖς σοφωτέροις σου, οὐδαμῶς τοῦτο ποιήσεις, τὸ συσφαγιασθῆναί σε τῇ θυγατρὶ, ἀλλὰ καταλείψεις αὐτὴν μόνην. A. οὐχ ἕξῃ, οὐ ποιήσεις τοῦτο, τὸ ἕξεσθαι δηλονότι τῆς θυγατρὸς, ἢν πείθῃ τοῖς φρονιμωτέροις σου. I. οὐκ: μὴ οὕτως ποιήσῃς, μὴ ἅψῃ τῆς θυγατρός. Fl. 6. 9. 21. 56. 59. 76. Gr. μηδαμῶς τοῦτο ποιήσεις. Fl. 10. σοφωτέροις: φρονιμωτέροις. Gr.

400. ὡς—μεθήσομαι: γίνωσκε ὅτι οὐκ ἀποστήσομαι τῆς παιδὸς, οὐδ᾿ ἀπολύσω αὐτὴν ἐθελοντής. I. ὡς: γίνωσκε ὅτι. Gr. τὸ ὡς, εἰ μὲν συνάψεις πρὸς τὸ μεθήσομαι, ἀντὶ τοῦ ὄντως ἐρεῖς, εἰ δὲ πρὸς τὸ ἑκοῦσα, ἀντὶ τοῦ καθά. Gu. ἑκοῦσα: θέλουσα. Fl. 21. ἑκοντί. τὸ ὄνομα ἀντὶ ἐπιρρήματος. Gu. μεθήσομαι: καταλείψω. Fl. 17. χωρισθήσομαι. Fl. 6. 9. 21. 56. 59. 76. χωρισθήσομαι, ἀπολύσω. Gr. ἀπολειφθῶ. Gu. ταύτης μοι δὲ τῆς παιδὸς ἐκοῦσα οὐ χωρισθήσομαι, οὐκ ἐάσομαι. Fl. 33.

401. ἀλλ᾿ οὐδ᾿: ἀλλ᾿ οὐδ᾿ ἐγὼ ἀπελεύσομαι ἀπολιπὼν τήνδε. I. αὐτοῦ: αὐτόθι παρὰ σοί. M. μήν: ἀργόν. Gu.

402—416. μῆτερ, πιθοῦ μοι: ὦ μῆτερ, πείσθητί μοι, καὶ σὺ, [*](5. κισσός—] Idem scholion in νύσῳ· ἐν τῷ νάρθηκι γὰρ ἐπέπλεκτο Fl. 17. verbis leviter mutatis, κισσός αὐτὸ τὸ φυτὸν, καὶ οὕτως ἐχόρευον αἱ ἐστιν εἶδος δένδρου. καίπερ ἐν ταῖς Βάκχαι ἔμπροσθεν τῷ Διονύσῳ. ἀμπέλοις συνεχῶς ἔρχεται καὶ εἱλίσσεται 9. τῆς Matth. pro τοῦ. ἐν αὐταῖς· ἀναφέρεται δὲ ἐν Διο-)

320
Ὀδυσσεῦ, ἐνδίδου τοῖς γεννήτορσιν ὀργιζομένοις πρεπόντως, σύ τε, ὦ ἀθλία, τοῖς ἄρχουσι μὴ πολέμει. θέλεις πεσεῖν πρὸς τὸ ἔδαφος, τραυματίσαι τὸ σὸν γεροντικὸν σῶμα, βιαίως ἀποπεμπομένη, καὶ ἀτιμασθῆναι, ὑπὸ νεανικοῦ βραχίονος σπαραχθεῖσα καὶ συρεῖσα. μὴ σύ γε πάθῃς ταῦτα· οὐ γὰρ ἄξιον παθεῖν. ἀλλʼ, ὦ προσφιλὴς μῆτερ, δός μοι τὴν γλυκυτάτην σου χεῖρα καὶ τὴν παρειὰν προσερεῖσαι τῇ ἐμῇ παρηΐδι, ὅτι οὐ μετὰ ταῦτα, ἀλλὰ νῦν τελευταῖον θεάσομαι τὸν κύκλον τοῦ ἡλίου. τέλος δὲ δὴ λαμβάνεις τῶν ἐμῶν προσαγορεύσεων καὶ λαλιῶν. ὦ μῆτερ, ὦ τεκοῦσα, ἀπέρχομαι εἰς τὸν Ἅιδην ἀνύμφευτος καὶ ἄμοιρος ὑμεναίων, ὧν ἔπρεπεν ἐμὲ λαχεῖν δηλονότι. ὦ θύγατερ, ἐγὼ δὲ δουλεύσω ἐν τῇ παρούσῃ ζωῇ. I. πιθοῦ: πείσθητι. Gr. Λαερτίου: ἀντὶ τοῦ Λαέρτου. M.

403. χάλα: τὸ χάλα ἐκ μεταφορᾶς τῶν τῆς νεὼς προτόνων εἴρηται, ἃ τεταμένα, ὅταν ἄνεμός τις συμβῇ, χαλῶσιν οἱ ναῦται, ἵνα μὴ τῇ τούτων τάσει καὶ τῇ τοῦ πνεύματος φορᾷ τὸ πλοῖον ὑποβρύχιον γένηται. Gu. σύγγνωθι γονοῖς. Fl. 21. ὑποχώρει, ἐνδίδου, ἀπὸ μεταφορᾶς τῶν ὑποχαλώντων τὸν πόδα πολλοῦ ὄντος ἀνέμου ἐν τῷ ἀρμένῳ τοῦ πλοίου. A.M. Fl. 10. ὑπόπιπτε, ὕπεικε. Gu. θυμουμένοις: τοῖς λυπουμένοις. Fl. 33. ὀργιζομένοις. Gr.

404. σύ τʼ: μῆτερ Ἑκάβη. Fl. 21. σὺ, ὦ τάλαινα, τοῖς βασιλεῦσι μὴ ἔριζε. Fl. 33. κρατοῦσι: ἐνδόξοις. Fl. 17. τοῖς ἄρχουσι. Gr. βασιλεῦσιν. Gu. μάχον : ἀντιτείνοι. Fl. 6. μάχου; κατὰ Ἀττικοὺς δοτικῇ, κατὰ δὲ κοινοὺς αἰτιατικῇ, ὥσπερ καὶ τὸ ναυμαχῶ. Gu.

405. βούλει: βούλει καταπεσεῖν καὶ πρὸς ὁδὸν ἑλκῶθηναι. Fl. 33. πρὸς οὖδας: πρὸς τὸ ἔδαφος. Gr. ἑλκῶσαι: ἀντὶ τοῦ τραυματίσαι. M. ἀντὶ τοῦ ἕλκους καὶ τραυμάτων πληρῶσαι τὸν σὸν γηραιόν χρῶτα. A.

406. γέροντα χρῶτα: τὸ σὸν γεραιὸν σῶμα. Fl. 6. 9. 21. 56. 59. 76. Gr. ἀπλοῦν ἀντὶ κτητικοῦ. Gu. τὴν δὲ γεγηρακυῖαν πρόσοψιν, μετὰ βίας πατουμένη. Fl. 33. πρὸς βίαν ὠθουμένη: [*](16. γονεῦσι Matth. 17. τὸν πόδα A. τῆ ποδιᾶ M. (i. e. ib. ὑποχώρει om. Fl. 10. τὰ πόδια) τὰ ἱστία διὰ Fl. 10. Verba ib. ἐνδίδου—πλοίου] Brevius ἐνδίδου, ἐν τῷ ἀρμένῳ τοῦ πλοίου om. A. et, ἀπὸ τῶν χαλώντων τὰ ἱστία Gr. opinor, M. Bar. 26. τραυματίσαι etiam Gr.)

321
βιαίως ἐκκρουομένη, βιαστικῶς διωκομένη. Cant. πρὸς βίαν: βιαίως. Ἀττικόν. βιαστικῶς ἀποπεμπομένη. Gu.

407. ἀσχημονῆσαι: ἄσχημον πρᾶγμα παθεῖν. Cant. Gr. ἀτιμασθῆναι. Gu. νέου: νέος γάρ ἐστιν Ὀδυσσεύς. Fl. 21. καὶ ἀπὸ νεαροῦ βραχίονος ἀσχημονῆσαι. Fl. 33. ἰσχυροῦ. Gu.

408. σπασθεῖσʼ: συρεῖσα. Gr. ἑλκυσθεῖσα. Fl. 33. ἃ πείσῃ: ἅτινα πάθῃς. M. ἄπερ πάθῃς, ὴν μή μοι πείθῃ. Gu. ἅπερ πάθῃ, εἴθε μὴ πείσοις σύ. ὑποτακτικὸν ἀντὶ εὐκτικοῦ. Fl. 21. ἄξιον: ἔστι παθεῖν σὲ ταῦτα δηλονότι. Fl. 21. ἅπερ μὴ πεισθῇς οὐκ ἔστιν ἄξιον. Fl. 33. τοῦτο παθεῖν. Gu.

409. φίλη: ἀγαπητή. Fl. 21. ἡδίστην: γλυκεῖν. M. Fl. 21. εὐφράντην. Gu.

410. προσβαλεῖν: τουτέστιν ἐρεῖσαι καὶ πλησιάσαι τῇ ἐμῇ. Fl. 59. περιπλακῆναι, προσμίξαι. Fl. 6. δός μοι τὴν παρειὰν τὴν σὴν προσεγγίσαι τῇ ἐμῇ. Fl. 33. ἐρεῖσαι. Gr. πλησιάσαι. Gu.

411. ὡς οὔποτ’: ὅτι οὔποτε ἐσόψομαι. Fl. 21. ὅτι οὐδέποτε. Fl. 6. 9. 21. 56. 59. 76. νῦν: ὁρῶ. Fl. 21. πανύστατα: ἀντὶ τοῦ ὕστατον. Gr. Fl. 21. τέλειον. Fl. 21. τελευταῖον. Gu. ὡς οὐδέποτε ὄψομαι τὸ ἡλιακὸν φῶς. νῦν δὲ ἔστι μοι τὸ ἔσχατον πάντων. Fl. 33.

412. ἀκτῖνα: τὸ φῶς. πρῶτον ἡ ἀκτὶς ὑποπίπτει τῇ ὄψει, εἶτα ὁ δίσκος. Gu. κύκλον: τὸν ὅλον περιφραστικῶς. Fl. 17.

413. τέλος: πλήρωμα. οὐ γὰρ προσομιλήσω σοι τοῦ λοιποῦ. A. Gu. τέλος δ’ ἔχῃ: γρ. τέλος δʼ ἔχει. Gr. προσφθεγμάτων: ἤγουν τῶν ῥημάτων, τῶν λέξεων. Fl. 17. προσαγορεύσεων. Gr. ἀντὶ τοῦ τὰ ἐμὰ προσφθέγματα. Fl. 21. τῶν ἐμῶν λόγων τὸ τέλος εἴληφεν. Fl. 33.

414. ὦ μῆτερ, ὦ τεκοῦσ, ἄπειμι δὴ κάτω: ταῦτα λεγούσης τῆς Πολυξένης ἀπεκρίθη ἡ Eκάβη, ἡμεῖς ἐν φάει δουλεύσομεν· ἡ δὲ Πολυξένη πρὸς ταῦτα οὐκ ἀπεκρίθη, ἀλλʼ ἔχεται τῶν αὐτῶν λόγων, κἂν ἀμοιβαῖοι φαίνωνται οἱ στίχοι. οὕτως γάρ ἐστιν ἡ ἀκολουθία τούτων, ὦ μῆτερ, ὁ τεκοῦσα, ἄπειμι δὴ κάτω ἄνυμφος, ἀνυμέναιος, ἄνευ τῶν ἐπὶ γάμῳ λεγομένων ὕμνων, ἐκεῖ δʼ ἐν Ἄιδου κείσομαι χωρὺς σέθεν, ἀντὶ τοῦ σοῦ. ἡ μὲν δὴ ἐβόα Ἑκάβη ἐκείνης λαλούσης, ὅπως [*](16. ὅτι habet M. 25. ἀντὶ τοῦ] τὸ Gu. 33. ἡ μὲν δὴ] ἡ μὲν δὲ A.)

322
ἀποκριθῇ καὶ εἴπῃ αὐτῇ τι, καὶ οὐκ ἀντεῖπεν αὐτὴ μέχρι τοῦ στίχου τοῦ λέγοντος “τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;ʼ᾿  A. ὦ τεκοῦσα: ἤγουν ἡ γεννήσασα. Fl. 17. κάτω, ἐν Ἄιδῃ. Fl. 10.

ἄπειμι: πορεύομαι ἐν τῷ θανάτῳ. Fl. 33.

415. ἐν φάει: ἐγὼ ἐν τῷ βίῳ δουλεύσω, δούλη ἔσομαι. Fl. 6. 9. 21. 56. 59. 76. ἐν τῷ βίῳ. Gr. ἐν τῇ παρούσῃ ζωῇ. Gu. Πο. λυξένη οὐκ ἀπεκρίθη πρὸς ταῦτα, ἀλλʼ ἔχεται τῶν αὐτῶν λόγων ἀπὸ τοῦ “ὦ μῆτερ” μέχρι τοῦ “τί σοι πρὸς Ἕκτορα,” κἂν ἀμοιβαῖοι φαίνωνται οἱ στίχοι. Gu.