Scholia in Euripidis Hippolytum

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

892. γνώσῃ γὰρ αὖθις: ἔχεις γὰρ γνῶναι ὅτι ἥμαρτες. καὶ ἐν Ἀλκήστιδι “οὐ γὰρ πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακες.”

893. καὶ πρός γ᾿  ἐξελῶ: αὖθις ἐπαναλαβὼν, ἀντὶ τοῦ οὐδαμῶς· ἀλλὰ πρὸς τούτοις καὶ ἐκβαλῶ αὐτὸν ἐκ ταύτης τῆς γῆς.

894. δυοῖν δὲ μοίραιν θατέρᾳ: μιᾷ τῶν δύο μοιρῶν πληγήσεται.

897. ἀλώμενος: πλανώμενος. A.

[*](7. ἀντὶ—λέγεις etiam A. 20. ἀρὰς add. A.B. 18. et 26. ἀντὶ τοῦ om. A. 21. ἀποστρέψαι] ὑποστρέψαι A. ib. τὸν πατρῷον A.B. πρῶτον I. 23. ἔχεις A. ἔχει B.I. ib. ὑβρίσας] ἀτιμάσας A. 24. Ἀλκήστιδι] v. 431. Conf. 19. Narrationem de Minoe huic schol. ad v. 834. ἐσθλῆς om. A. v. adscriptum in A. vide in Praefatione. 27. καὶ add. B. Fl. 6. 15.)
169

901. τὸ λῷστον: τὸ βέλτιστον, τὸ συμφέρον. A.B.

908. οὔπω χρόνον: οὐ πρὸ πολλοῦ μοι τοῦ χρόνου ἐβλέπετο, ἢ οὐκ ἐκ πολλοῦ χρόνου, ἀλλ᾿  ἔναγχος· ἀντὶ τοῦ ἣν ἀρτίως κατέλιπον τὸ φῶς ὁρῶσαν, ἄρτι ἀπέθανεν, ἤτοι πρὸ ὀλίγου.

911. σιωπῆς δ᾿  οὐδὲν ἔργον: τὸ τέλειον οὕτως· ἐν δὲ, ἀντὶ τοῦ ἐν γὰρ, τοῖς κακοῖς οὐδεὶς ὀφείλει σιγᾶν· οὐδὲν ὄφελος, φησὶν, οὐδὲ κέρδος ἐν τοῖς κακοῖς ἡ σιωπή ἐστι.

912. ἡ γὰρ ποθοῦσα: ἡ γὰρ καρδία ἐπιζητοῦσα τὰ πάντα ἀκούειν δαπανᾶται. λίχνος δὲ ἤτοι ἐπιθυμητικὴ, περίεργος.

915. κρύπτειν δίκαιον: οὐ γὰρ ὀφείλεις κρύπτειν τὰς σὰς δυστυχίας τοὺς φίλους σου, τουτέστι τὰ τέκνα σου.

916. ὦ πόλλ᾿  ἁμαρτάνοντες: ὦ ἄνθρωποι πολλὰ ἐπιστάμενοι καὶ διδάσκοντες τοὺς ἀνθρώπους, πλὴν τούτου, τοῦ διδάσκειν συνετοὺς τοὺς ἀσυνέτους. περιτταὶ οὖν, φησὶν, αἱ παραινέσεις καὶ συμβουλίαι τῶν ποιητῶν, οὐχὶ τὰ δέοντα φρονεῖν διδάσκουσαι τοῖς ἀνθρώποις αὗται. λέγομεν δὲ ὅτι τῇ προσθήκῃ τὴν ἀπορίαν ἔλυσεν, εἰπὼν “οἷσιν οὐκ ἔνεστι νοῦς·” εἰς νοῦν γὰρ ἔχοντα ἄνδρα καταβαλλομένη παραίνεσις καρπὸν φέρει, εἰς δὲ ἄνουν μάτην ἐκρίπτεται.

921. δεινὸν σοφιστήν; λογιστὴν, ἐξεταστὴν, διδάσκαλον. ὁ νοῦς τοιοῦτος· ἀληθῶς καλὸν διδάσκαλον εἶπας, τὸν δυνάμενον διδάξαι φρονεῖν τοὺς μὴ φρονοῦντας.

924. δέδοικα μή σου: φοβοῦμαι μὴ ἐν τοῖς κακοῖς ὑπερβάλλουσά σου ἡ γλῶσσα ἔξηχον καὶ παράφρονά σε ποιήσῃ.

[*](2. μοι τοῦ add. A. 14. ἀσυνέτους A.B. ἀξυνέτους I. ib. ἐβλέπετο—χρόνου add. A. ib. περιτταὶ] Lemma φρονεῖν διδάσκειν 3. ἀντὶ τοῦ—ἀπέθανεν om. A. (ex v. 920.) praefixum in A. 4. ἤτοι πρὸ ὀλίγου add. A. B. In I. φ. διδάσκουσαι. Delevit 5. οὕτως om. A. Matthiae. ib. δὲ—γὰρ add. A. 15. τοῖς ἀνθρώποις] τοὺς ἀνθρώπους 6. ὄφελος—οὐδὲ om. A. Barnes. 7. 8. ἐστι et τὰ add. A. 16. ὅτι] οὕτως A. 9. δὲ ἤτοι om. A. 17. νοῦν γὰρ A. γὰρ νοῦν B.I. 11. τοὺς φίλους σου] ἢ τοὺς ὑπὲρ 18. ἐκρίπτεται] πονεῖ A. τοὺς φίλους σου add. A. 21. φρονεῖν om. A. ib. τουτέστι—σου om. I. 25. σου om. A. 12. ἁμαρτάνοντες] ἁμαρτήσαντες A.: ib. ἔξηχον A. ἄνουν B.I. sed in textu ἁμαρτάνοντες. ib. σε add. A. 13. τοὺς ἀνθρώπους om. A. ib. ποιήσει A, unde ποιήσῃ scripsi. ib. τούτου om. A. ποιήσειε B.I.)
170

927. ὅστις τʼ ἀληθής: ἐπὶ μὲν τῶν ἄλλων πραγμάτων εὑρίσκομεν διάκρισιν, εἴτε καλά ἐστιν, εἴτε κακὰ, ὥσπερ ἐπὶ τοῦ χρυσίου. δοκιμαζόμενον γὰρ φαίνεται εἰ καλόν ἐστιν ἢ κακὸν, ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐχ εὑρίσκομεν. ἐχρῆν οὖν καὶ τοὺς ἀνθρώπους δύο φωνὰς ἔχειν, δικαίαν τε καὶ ἄδικον, ἵνα, εἰ μὲν ἡ ἄδικος φωνὴ θελήσει ψεύσασθαι, ἠλέγχετο καὶ οὐδεὶς ἠπατᾶτο.

932. ἀλλʼ τις εἰς σὸν οὖς: μὴ ἄρα τίς με διέβαλεν εἰς τὸ σὸν οὗς ἀπὸ τῶν φίλων;

διαβαλὼν ἔχει: Ἀττικὸν ἀντὶ τοῦ διέβαλεν, ὡς καὶ Ἡσίοδος “κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν” ἀντὶ τοῦ κεκρύφασι. A.

934. ἔκ τοι πέπληγμαι: ξένους λόγους ἀκούων παρὰ σοῦ ἐκπλήσσομαι. οἱ γὰρ σοὶ λόγοι οἱ ἐξεδροποιοὶ τῶν φρενῶν παρεξηλλαγμένοι τοῦ καθήκοντος παραπλῆγά με κατεργάζονται. Ἄλλως. ἔξεδροι οἱ ἐξεδροποιοὶ τῶν φρενῶν μου, οἷον μαινόμενοι, ἐξεστηκότες, ἄδικοι, παραλογιστικοὶ, μὴ καλῶς λεγόμενοι, ἀλλʼ ἔξω τῆς διανοίας ὄντες. A.B.I. οἱ τὸν ἀκούοντα ποιοῦντες ἔξω τῶν φρενῶν καὶ τῆς διανοίας. καὶ τοῦτο γὰρ ὕβρις τοῦ Θησέως τὸ λέγειν τοὺς αὐτοῦ λόγους μωρούς. B. rec.

936. φεῦ τῆς βροτείας: ἤγουν ἡ βροτεία φύσις. A.

937. τί τέρμα τόλμης: τί ἔσται τέλος τοῦ θράσους, τὸ θράσος δηλονότι.

938. εἰ γὰρ κατʼ ἀνδρός: εἰ γὰρ ἐπαρθήσεται ἑνὸς ἑκάστου ἀνδρὸς ὁ βίος, καὶ ὁ ἐπιγινόμενος χείρων ἔσται τοῦ πρὸ αὐτοῦ, ὀφείλομεν [*](2. καλά—κακὰ A. καλόν—κακὸν 12. παρὰ] περὶ Fl. 6. 15. B.I. ib. ἐκπλήσσομαι—Ἄλλως] ἐκπλήττομαι. ib. ὥσπερ] ὡς A. λόγοι παραλλάσσοντες: παρηλαγμένοι ib. χρυσίου. δοκιμαζόμενον—καλόν— τοῦ καθήκοντος. οἱ γὰρ σοὶ— κακόν A. χρυσοῦ. δοκιμαζόμενος—καλός κατεργάζονται, ἄλλως. ἢ παραλλάσσοντες τοῦ πρέποντος ἤτοι ἔξω τοῦ εἰκότος —κακός B.I. 3. τοῦ ἀνθρώπου A.B. Fl. 6. 15. φερόμενοι καὶ ἐκτὸς ὄντες λογισμοῦ A. 13. λόγοι οἱ] οἱ om. I. τοὺς ἀνθρώπους I. 5. εἰ μὲν A. ἐὰν B.I. ib. φρενῶν—ἐξεδροποιοὶ τῶν om. I. ib. θελήσει A. ἠθέλησε B.I. 15. οἷον A. ὥστε B.I. 6. ἠλέγχετο—ἠπατᾶτο A. ἠλέγχετο 21. τέλος A.B. τὸ τέλος I. ὑπὸ τῆς δικαίας, ἵνα μηδεὶς ἀπατηθῇ B.I. ib. τὸ θράσος δηλονότι om. A. 7. ἦ] εἴ A.I. 24. καὶ ὁ] ὁ om. I. 8. ἀπὸ] ἐκ A. ib. ἐπιγινόμενος] ἐπιγενόμενος Fl. 9. Ἡσίοδος] Op. 42. 6. 15.)

171
δεήσεις τοῖς θεοῖς ἀνενεγκεῖν, ἵνα ἄλλην γῆν τινα ἀπομερίσῃ, ἥτις τοὺς κακοὺς χωρήσει. ἐκ τούτου διαβάλλει τὸν τρόπον τοῦ Ἱππολύτου. Ἄλλως. εἰ γὰρ κατὰ ζωὴν ἑκάστου ἀνδρὸς ἡ κακουργία αὐξάνεται, ἵνα ὁ μεταγενέστερος τοῦ προβεβηκότος πανουργότερός ἐστιν, ἐχρῆν τοὺς θεοὺς ἄλλην πόλιν κτίσαι εἰς τὸ χωρῆσαι τοὺς πανούργους. Ἄλλως. εἰσὶ φύσεις ζώων πρὸς ἑτέρας φύσεις ζώων ἐναντίως ἔχουσαι, οἷον ἡ τῶν λεόντων πρὸς τὴν τῶν ἀνθρώπων, ἡ τῶν λύκων πρὸς τὴν τῶν προβάτων. καὶ Ὅμηρος “ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστὰ, οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονες.” καὶ τοῖς μὲν θηρίοις δέδοται πρὸς οἴκησιν ἡ ἐρημία, τοῖς δὲ ἀνθρώποις ἡ ἡμετέρα τῶν χωρίων. ὅταν, φησὶν, εἰς ἄκρον κακίας προκόψῃ τῶν ἀνθρώπων ἡ φύσις, ἀπορήσουσιν οἱ θεοὶ ποῖ τοὺς πονηροὺς κατοικίσουσιν. εἰς τὰς ἐρημίας; ἀλλʼ ἐκεῖ θῆρες. εἰς τὰ ἡμέτερα χωρία; ἀλλʼ ἐκεῖ δίκαιοι ἄνθρωποι. λοιπὸν ἀνάγκη ἑτέρας δεῖσθαι γῆς ἥτις τοὺς κακοὺς χωρήσει.

943. σκέψασθε δʼ εἰς τόνδε: ἀποβλέψατε, φησὶν, εἰς τὸν ἐμὸν υἱὸν, ὅστις ἠθέλησε μιᾶναι τὴν ἐμὴν κοίτην, καὶ ἐλέγχεται ὑπὸ τῆς ἀποθανούσης.

946. δεῖξον δʼ, ἐπειδή γʼ εἰς μίασμʼ ἐλήλυθας: ἐλήλυθας, δεῦρό μοι ἐναντίον στῆθι, ἤγουν ἐπεὶ ὅμως εἰς τὸ μιᾶναι ἦλθες δεῦρο, δεῖξόν μοι τὸ σὸν πρόσωπον, ἢ ἐπεὶ ὅλως ἐτόλμησας ἐλθεῖν εἰς τὸν τῆς Φαίδρας ἔρωτα, ὅπερ μίασμα καλεῖ. A.