Scholia in Euripidis Troiades

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1201. οὐ γὰρ ὁ δαίμων δίδωσιν εἰς κάλλος τὰς τύχας: ἀντὶ τοῦ, οὐκ ἔστιν εὐπρεπὴς οὐδὲ πο ---.

1204. τοῖς τρόποις γὰρ αἱ τύχαι: αἱ γὰρ τύχαι πηδῶσιν, ὅ ἐστι γίνονται κατὰ τοὺς τρόπους τοῦ εὐμεταβλήτου καὶ ἄλλοτε ἄλλῃ πηδῶντος ἀνθρώπου· ἔμπληκτος γὰρ ὁ εὐμετάβλητος.

1207. καὶ μὴν πρὸ χειρῶν: ἕτεραι Τρῳάδες φέρουσι σκῦλα τῷ τεθνηκότι Φρυγῶν.

1223. θανῇ γὰρ οὐ θανοῦσα: καίτοι συνθαπτομένη τῷ νεκρῷ οὐκ ἀποθανῇ.

1230. νεκρῶν ἴακχον: ἐγὼ στενάζω τὸν νεκρῶν ἴακχον, τὸν θρῆνον τὸν εἰς τὸν Ἴακχον, ὅν φασι Περσεφόνης εἶναι υἱόν.

1233. τλήμων ἰατρός: κἀγῶ, φησὶν, ἰατρὸς νομιζομένη, τὰ δὲ ἔργα τῶν ἰατρῶν οὐκ εἰδυῖα, τοῖς ῥάκεσι πληρώσω τὰ ἕλκη σου.

1240. οὐκ ἦν ἄῤ ἐν θεοῖσιν: οὐδὲν ἦν ἐν τοῖς θεοῖς, φησὶν, εἰ μὴ ἡ Τροία καὶ οἱ ἐμοὶ πόνοι· οἷον περὶ οὐδενὸς ἐφρόντιζον οἱ θεοὶ εἰ μὴ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν πόνων καὶ τῆς Τροίας τῆς μεγάλως μισουμένης.

[*](2. πρόκεισθε] πρόσκεισθε A. Supplevi verbum e textu. 7. ἆρα Cobetus. ἄρα A. 17. ἀνθρώπου Kampmannus. τοῦ 11. ἔστσξεν vel ἔσταζεν kampmannus. ἀνθρώπου A. ἔταξεν A. 21. ἀποθανῇ Kampmannus. ἀποθανῇ 14. πο......] πολυτελής Kampmannus. με A. 15. πηδῶσιν om. A. in lacuna. A. 22. νεκρῶν—νεκρῶν] νεκρὸν—νεκρὸν)
68

1244. ἀφανεῖς ἂν ὄντες: νῦν, φησὶ, περιβόητοι ἐγενόμεθα· εἰ δὲ ὡς ἔτυχεν ἐπορθήθημεν οὐδὲ, ὑμνούμεθα. τρίτον δὲ τὸ ἄν παρέλαβε δέον ἅπαξ. Ἀττικὸν δὲ τὸ ἔθος.

1248. δοκῶ δὲ τοῖς θανοῦσιν: δοκῶ δὲ μηδὲν διαφέρειν τοῖς νεκροῖς τό τε πολυτελῆ καὶ ὀλίγον θάπτεσθαι.

1250. κενὸν δὲ γαύρωμʼ ἐστί: τὸ γὰρ πλουσίως ταφῆναι κόμπος μόνον ἐστὶ τοῖς ζῶσιν, οὐδὲν δὲ τοῖς τεθνηκόσι διαφέρει.

1254. μέγα δʼ ὀλβισθείς: νομισθεὶς δὲ εὐδαίμων εἶναι, τε δὴ ἀγαθῶν γονέων ὑπάρχων, νῦν ἐν συμφορᾷ δεινῇ περιπέπτωκας.

1257. λεύσσω φλογέας: ὁρῶ τοὺς Ἕλληνας πορθοῦντας τὴν Ἴλιον, ἵνα ταχέως ἀποπλεύσωσι. φλογέας δὲ ἅπτοντας.

1260. αὐδῶ λοχαγοῖς: λέγω, φησὶν, ὑμῖν, τοῖς τὸ Ἴλιον ἐπιτεταγμένοις πιμπράναι, μὴ ἀργεῖν.

1266. χωρεῖτε, Τρώων παῖδες: καὶ ὑμεῖς χωρεῖτε, ὦ Τρῳάδες. ἵνα ὁ λόγος δύο τάξεις ἔχῃ, τό τε συμβουλεύειν τοῖς καίουσι καὶ ὑμᾶς ἐξιέναι. μορφὰς δὲ εἰώθασι λέγειν τὰς τάξεις, ἵνα, φησὶ, δύο τάξεις ὁ λόγος ἔχῃ, ἵνα δι᾿ ἑνὸς λόγου δύο πράγματα γίνωνται.

1275. ἀλλʼ ὦ γεραιὲ πούς: πρὸς γὰρ αὐτὸν ὁ λόγος, ὡσεὶ ἔλεγε, συγκαυθῶ αὐτῇ.

1295. λέλαμπεν: τὸ Ἴλιον τῷ πυρὶ λέλαμπεν, ὁμοίως δὲ καὶ τὰ Πέργαμα καὶ τὰ τέραμνα τῶν Περγάμων.

1299. οὐρανία πεσοῦσα: πέσουσα δὲ ἡ γῆ τῇ οὐρανίᾳ, ὅ ἐστι τῇ ὑψηλῇ, ἑαυτῆς πτέρυγι, ὅ ἐστι τῇ ἀκροπόλει, καταφθίνει καὶ μαραίνεται τῷ πυρὶ ὡς καπνός.

καταφθίνει γᾶ: ἡ δὲ γῆ, φησὶν, ὑπὸ τοῦ δόρατος φθίνει καὶ ὁ καπνὸς ὡσπερ πτέρυγι χρώμενος οὕτως ἀνίπταται.

1304. ἰαλέμῳ τοὺς θανόντας: ἀνακαλεῖς τοὺς τεθνηκότας θρήνῳ, οὐχ ὡς ἕτεροι σπονδαῖς. Ἄλλως. ἀνακαλοῦμαι, φησὶν, αὐτοὺς τὰ γεραιὰ μέλεα προστιθεῖσα τῇ γῇ καὶ ταῖς δισσαῖς χερσὶ κτυποῦσα τὴν γῆν.

1307. διάδοχόν σοι: οὐκοῦν, φησὶν, ἐγὼ διαδέχομαί σε, καὶ τῷ θρηνεῖν τὸ γόνυ τίθημι ἐπὶ τῆς γῆς.

[*](3. δέον Cobetus. δὲ A. 11. φλογέας δὲ ἅπτοντας] Haec 8. μέγα—εὐδαίμων] μελέα μήτηρ: non integra. Hoc dicit, φλογέας νομισθεῖσα δὲ εὐδαίμων A. δαλοῖσι χέρας διερέσσοντας significare 10. λεύσσω] λεύσω A. ut solet. τοὺς δαλοὺς ἅπτοντας.)
69

1310. ἀγόμεθα: τ ---εγόμεθα δούλειον ὑπὸ μέλαθρον.