Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

καὶ τοὔνομ’ ὀρθῶς: τὴν Ἀφροδίτην ἐτυμολογοῦσιν οἱ μὲν παρὰ τὸν ἀφρὸν τὸν ἐν τῇ συνουσίᾳ, οἱ δὲ παρὰ τὸν ἐν τῇ θαλάττῃ

ἀφρὸν ὡς Ἡσίοδος ἐν Θεογονίᾳ [197], οἱ δὲ ἀφόρητόν τινα εἶναι, ὡς αὐτός φησι [Hipp. 443]· Κύπρις γὰρ οὐ φορητὸς, ἢν πολλὴ ῥυῇ, οἱ δὲ Ἁβροδίτην, ἁβροδίαιτόν τινα οὖσαν· μόνη γὰρ οὐκ οἶδε πολεμικὰ ἔργα: —