Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄνα δύσδαιμον: πρὸς ἑαυτὴν ταῦτα ἡ Ἑκάβη λέγει· ἀνάστηθι τὴν κεφαλήν σου ὦ Ἑκάβη. ⟨γράφεται δὲ καὶ θεόθεν κεφαλή⟩· ὁ δὲ λόγος [ἄνα δυσδαῖμον]· ὦ ἐκ θεῶν δυσδαίμων κεφαλὴ γεγονυῖα, ἀνάστηθι. ἡ δὲ πεδόθεν κεφαλὴ ἐμπαθεστέρα ἐστὶ καὶ τοῖς ὑποκειμένοις οἰκείως ἔχουσα. ἡ γὰρ Ἑκάβη ἔρριψεν ἑαυτὴν διὰ τὰς συμφορὰς ἐπὶ τοῦ ἐδάφους. καὶ τούτῳ οἰκείως ἐπέζευξε τὸ ἐπάειρε δέρην ὡς πεπτωκυίας αὐτῆς καὶ κεκλιμένης ἐπὶ τοῦ ἐδάφους. καὶ τὸν Πρίαμον ὁμοίως κείμενον προυπέστησεν οὕτως [16] πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος. ὥστε εἰκὸς διὰ τὰ τοιαῦτα τὴν Ἑκάβην τὰς ἐπιτηδείους καθέδρας καταλιποῦσαν ἐπὶ τοῦ ἐδάφους κεῖ σθαι: —