Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὁ γὰρ Παρνάσσιος: Παρνάσσιον αὐτὸν εἶπε Φωκέα ὄντα διὰ ⟨τὸ⟩ τάττεσθαι Δελφοὺς ὑπὸ Φωκεῦσιν. Ὅμηρος [Β 517]· αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἑπίστροφος ἦρχον υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, εἶτα [519] οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν. παρ’ ὃ δὴ ἠξιοῦντο τοῦ τε ἱεροῦ καὶ τῶν αὐτόθι χρημάτων ἔχειν τὴν ἐπιμέλειαν. ἔνθεν καὶ οἱ ἱεροὶ πόλεμοι κατερράγησαν, Λακεδαιμονίων μὲν ἀποδόντων Δελφοῖς τὸ ἱερὸν μετὰ τὸ καταπολεμῆσαι Φωκέας, Ἀθηναίων δὲ ἔμπαλιν Φωκεῦσιν αὐτὸ παραδόντων αὖθις, ὡς Θουκυδίδης [1, 112, 5] φησί. καλεῖται δὲ ἱερὸς ὅτι περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς ἐγένετο.