Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὦ γῆς ὄχημα: τὴν γῆν ὀχῶν καὶ ἐπὶ γῆς ὀχούμενος· λέγει δὲ τὴν ἀέρα [ὦ συνέχων τὴν γῆν]· ἔστι γὰρ καὶ ἐπάνωθεν ἀὴρ καὶ κάτω ὡς τὴν γῆν εἶναι μετέωρον. ὦ ὄχημα τῆς γῆς ὅστις εἶ εἴτε Ζεὺς εἴτε ἄλλο τι, ἐπάκουσον. [εἴτε] τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. δύναται καὶ οὕτως· ὁ διήκων διὰ πάντων νοῦς, καὶ μήποτ’ ἐστὶ βέλτιον. καὶ γὰρ ἔνιοί φασιν· ὁ νοῦς ἡμῶν [ὁ] θεός [Eur. frg. 1018]· ὁρμῶνται δὲ ἐκ τῶν Ἀναξαγορείων λόγων: —

ἄλλως: ἔνιοι οὕτως· ὁ τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. ἢ ὁ διήκων διὰ πάντων νοῦς, ὃ καὶ βέλτιον. εἴτε Ζεὺς ὁ [τοιοῦτος] ἀνθρωπόμορφος εἴτε φυσικὴ ἀνάγκη, ἢ τοιοῦτος νοῦς οἷον ἔχουσιν οἱ ἄνθρωποι. ἢ τοιούτων μὲν οὐδέν, ἀναπλασμὸς δέ ἐστι τῆς ἡμῶν διανοίας ὁ θεός: —