Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὃν ἀστέρων τέθριππος: τὸν Τιθωνὸν λέγει [ἡ Ἡμέρα ἔχουσα]. κατὰ δὲ Ἡσίοδον οὐκ ἔστι ταὐτὸν Ἠὼς καὶ Ἡμέρα. λέγει ⟨γὰρ⟩ ὁτὲ μὲν [Theog. 371]· Θεία δ’ Ἠέλιον τέκετο λαμπράν τε Σελήνην ⟨Ἠῶ θ’’. ὁτὲ δὲ [Theog. 124] Νυκτὸς δ’ αὖτ’ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο⟩: —

ἄλλως: ὅντινα Τιθωνὸν ὁ τέθριππος ὄχος τῶν ἀστέρων, ὅ ἐστιν ὁ λάμπων ἀστὴρ, τῇ πατρῴᾳ γῇ μεγάλην ἐλπίδα παρεχόμενον: —