Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Λαομεδόντιε παῖ: τὸν Γανυμήδην καθ’ Ὅμηρον [Ε 265. Υ 231] Τρωὸς ὄντα παῖδα Λαομέδοντος νῦν εἶπεν ἀκολουθήσας τῷ τὴν μικρὰν Ἰλιάδα πεποιηκότι, ὃν οἱ μὲν Θεστορίδην Φωκαιέα φασὶν, οἱ δὲ Κιναίθωνα Λακεδαιμόνιον ὡς Ἑλλάνικος, οἱ δὲ Διόδωρον Ἐρυθραῖον. φησὶ δὲ οὕτως [frg. 6]·

ἄμπελον ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα χρυσείοις φύλλοισιν ἀγανοῖσι κομόωσαν βότρυσί θ’ οὓς Ἥφαιστος ἐπασκήσας Διὶ πατρὶ δῶχ’, ὁ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί.
καὶ Ἀντιφάνης [frg. 73] Λαομέδοντος παῖδα τὸν Γανυμήδην φησί· διὰ τὰς τῶν οἰκιῶν * * * ὁρᾷς; ἐν τῇδε μὲν ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει γέρων, ἀπ’ ἀρχῆς Λαομέδων καλούμενος: —