Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ταῦτα ἔνιοι πρὸς χάριν Ἀθηναίων Εὐριπίδην λέγειν· ἀγαπητὸν

γὰρ εἶναι τοῖς περὶ Δημοφῶντα Αἴθραν ἀναλαβεῖν, ἧς ἕνεκα αὐτούς φασιν εἰς Τροίαν ἐλθεῖν, Μενεσθέως ἀφηγουμένου τῶν Ἀθηναίων: —

Ἀθηναίων τε Θησεῖδαι πρόμοι: ἔνιοι ταῦτά φασι πρὸς χάριν εἰρῆσθαι· μηδὲν γὰρ εἰληφέναι [ἐκ] τοὺς περὶ Ἀκάμαντα καὶ Δημοφῶντα ἐκ τῶν λαφύρων ἀλλὰ μόνην τὴν Αἴθραν, δι’ ἣν καὶ ἀφίκοντο εἰς Ἴλιον, Μενεσθέως ἡγουμένου. Λυσίμαχος [frg. 19] δὲ τὸν τὴν Πέρσιδα πεποιηκότα φησὶ γράφειν οὕτως [frg. 3]· Θησείδαις δ’ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆι μεγαλήτορι ποιμένι λαῶν: —