Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ναῶν ὠκεῖαι: ὦ πρῷραι τῶν νηῶν αἵτινες κώπαις ἀνὰ τὴν θάλασσαν καὶ τοὺς λιμένας μετ’ αὐλῶν βαίνουσαι τὴν πλεκτὴν τῆς Αἰγύπτου παιδείαν, ὅ ἐστι τὰ σχοινία, ἐν τοῖς κόλποις τῆς Τροίας ἐξηρτήσασθε τὴν Μενελάου γυναῖκα μετερχόμεναι: —

ἄλλως: τὰ σχοινία, φησὶν, ἐν τῷ τῆς Τροίας λιμένι ἐξήψασθε, τὰ πρυμνήσια. Αἰγύπτου δὲ παιδείαν τὰ σχοινία, καθὸ ἡ Αἴγυπτος τὴν βύβλον τρέφει. ὁ δὲ νοῦς τοιοῦτος· ὦ νῆες, ἐπὶ αὐλῶν στυγνῷ παιᾶνι τῇ Τροίᾳ προσωρμίσατε. παρόσον αὐλοῦσιν αὐλοὺς ἔχοντες εἰς τὰς ναῦς [frg. com. ad. 727]· ἀλλ’, Ἡράκλεις. αὐλεῖ τις: —