Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὃν πόλλ’ ἐκήπευσ’: κῆπος κουρᾶς εἶδος ἣν οἱ κειρόμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς περὶ τὰ ἄκρα τρίχας. οὐ κέχρηται οὖν μεταφορᾷ ὁ Εὐριπίδης, ἀλλὰ τὸ τῆς κουρᾶς εἶδος αἰνίττεται. οὕτως ὁ Ἐρατοσθένης· οὐ γὰρ ἀξιοῖ μεταφορὰν εἶναι. λέγει οὖν· ὅντινα βόστρυχον κῆπον ἔκειρε. * * τὴν τοιαύτην δὲ κουρὰν καλοῦσι κῆπον: —

ἄλλως: κατά τινας ἐπιμελείας ἠξίωσεν, ἐθεράπευσεν, ἵν’ ᾖ μεταφορά. ἔστι δὲ καὶ εἶδος κουρᾶς ὁ κῆπος, ᾧ οἱ χρώμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς τρίχας. νῦν οὖν ὁ Εὐριπίδης τὸ εἶδος τῆς κουρᾶς λέγει, ὡς καὶ Ἐρατοσθένης: —