Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἰαλέμῳ: καὶ Ἀσκληπιάδης ἐν ἕκτῳ Τραγῳδουμένων [frg. 8] ⟨εἶναι⟩ πλείους τῆς Καλλιόπης λέγει παῖδας ἐν τούτῳ· Καλλιόπῃ γὰρ τὸν Ἀπόλλωνα μιχθέντα γεννῆσαι Λίνον τὸν πρεσβύτατον καὶ τρεῖς μετ’ ἐκεῖνον, Ὑμέναιον ⟨Ἰάλεμον⟩ Ὀρφέα. τῷ δὲ νεωτάτῳ τὴν μὲν ἐπιθυμίαν ⟨τῶν τῆς μητρὸς ἐπιτη⟩δευμάτων ἐμπεσεῖν καὶ περὶ τὴν μουσικὴν ⟨περιγενέσθ⟩αι πάντων· οὐ μὴν τοιοῦτό γε πάθος ⟨οἷον λέγεται⟩ γενέσθαι: — (v. p. 344)

ἄλλως: ἰαλέμῳ: ⟨ἱστορεῖται τὸν ἰά⟩λεμον παρωνομάσθαι ἐπὶ τιμῇ Ἰαλέμου τοῦ Ἀπόλλωνος καὶ Καλλιόπης, ὥς φησι Πίνδαρος [frg. 139]·

ἔντι μὲν χρυσαλακάτου τεκέων Λατοῦς ἀοιδαὶ ὥριαι παιανίδες· ἔντι ⟨δὲ καὶ⟩ θάλλοντος ἐκ κισσοῦ στεφάνων [ἐκ] Διο⟨νύσου⟩ ⟨διθύραμβον μ⟩αιόμεναι· τὸ δὲ — υ — υ — . . . . . . . . . . ἀποφθιμένων ἃ μὲν ἀχέταν Λίνον αἴλινον ὑμνεῖ, ἃ δ’ Ὑμέναιον, ⟨ὃν⟩ ἐν γάμοισι χροϊζόμενον ⟨Μοῖρα⟩ σὺμ πρωτὰ λάβεν ἐσχάτοις ὕμνοισιν· ἃ δ’ Ἰάλεμον ὠμοβόρῳ νούσῳ [ὅτι] πεδα θέντα σθένος, υἱὸν Οἰάγρου ⟨δὲ