Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πρῶτα δύεται σημεῖα: Κράτης ἀγνοεῖν φησι τὸν Εὐριπίδην τὴν περὶ τὰ μετέωρα θεωρίαν διὰ τὸ νέον ἔτι εἶναι ὅτε τὸν Ῥῆσον ἐδίδασκε. μὴ γὰρ δύνασθαι Πλειάδων καταδυομένων ⟨τὰ⟩ τοῦ ἀετοῦ μεσουρανεῖν. ὑπὸ γῆν γάρ ἐστι τότε ὁ αἰγόκερως, ἐφ’ οὗ ὁ ἀετὸς ἵδρυται, διότι Πλειάδων δυομένων ὑπὲρ μὲν γῆς εἰσὶ ζῴδια τάδε, ταῦρος δίδυμοι καρκίνος λέων παρθένος ζυγός· ὑπὸ γῆν δὲ τάδε, σκορπίος τοξότης αἰγόκερως ὑδροχόος ἰχθύες κριός. καὶ ταῦτα μὲν ὁ Κράτης. ἔοικε δὲ ὑπὸ τῆς φράσεως ἀμφιβόλου ⟨οὔσης⟩ κεκρατῆσθαι· τὰ γὰρ πρῶτα σημεῖα καὶ τὰς Πλειάδας ᾠήθη καταδύεσθαι λέγειν τὸν Εὐριπίδην. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τὰ μὲν πρῶτα σημεῖα [τῆς φυλακῆς] φησι δύεσθαι, τὰς δὲ Πλειάδας ἀνατέλλειν. πῶς γὰρ ⟨ἂν⟩ ἐπὶ καταδυομένων εἶπεν αἰθερίας [αὐτάς]; ὥστε τριχόθεν τὸν καιρὸν ὑπὸ ⟨τῶν⟩ φυλάκων δηλοῦσθαι, ἀπὸ τῆς δύσεως, ἀνατολῆς καὶ μεσουρανήματος. ὁ μὲν οὖν Παρμενίσκος πρῶτα σημεῖα φησὶ λέγεσθαι τὰς τοῦ σκορπίου πρώτας μοίρας διὰ τὸ ὑπὸ τῶν ἀρχαίων οὕτως αὐτὰς λέγεσθαι, διότι ταύταις ὁ Βοώτης ἅμα ἄρχεται καταδύεσθαι. Κλεόστρατον γοῦν τὸν Τενέδιον ἀρχαῖον ⟨ὄντα ἀστρολόγον, γράφειν⟩ οὕτως· ἀλλ’ ὁπόταν τρίτον ἦμαρ ἐπ’ ὀγδώκοντα πέλῃσι σκορπίου, εἰς ἅλα πίπτει ἅμ’ ἠοῖ φαινομένηφι. τοῦτο δὲ παραδείξας ὁ Παρμενίσκος ὅτι καταδύεται τὰ πρῶτα σημεῖα τοῦ σκορπίου, καὶ τὰ περὶ τῆς Πλειάδων ἐπιτολῆς ἐπέξεισιν· ὅταν γάρ, φησὶν, Εὐριπίδης λέγῃ καὶ ἑπτάποροι Πλειάδες αἰθέριαι, οὐ ⟨λέγει⟩ δύεσθαι τότε αὐτὰς, ἀλλ’ ἔμπαλιν ἀνατέλλειν ἐκ τοῦ ὑπὸ ⟨γῆν⟩ τμήματος εἰς τὸ ὑπὲρ ⟨τὸν⟩ ὁρίζοντα ἀνιούσας· καὶ τοῦτο εἶναι τὸ καὶ ἑπτάποροι Πλειάδες ⟨αἰθέριαι⟩, οἷον· εἰς τὸν ὡς πρὸς ἡμᾶς οὐρανὸν ἀφικνού

μέναι. ταῦτα δὲ καταστησαμένων ὁμολογεῖ, φησὶ, τοῖς Εὐριπίδου τὰ φαινόμενα * * τὰ μὲν πρῶτα σημεῖα [τῆς ὥρας] εἰς δύσιν κεχώρηκεν, ἡ δὲ Πλειὰς ἀνατέλλει, ὁ δὲ ἀετὸς πρὸς τὸ μέσον κεχώρηκε. λοιπὸν οὖν τῆς φυλακῆς ὁ καιρός· ἔγρεσθε, τί μέλλετε. ἑπτάπορον δὲ τὴν Πλειάδα, ὅτι ἐξ ἑπτὰ ἀστέρων σύγκεινται αἱ Πλειάδες. ἀετὸς δὲ ὁ τὸ ἧπαρ τοῦ Προμηθέως, ὥς φασί τινες: —

ἄλλως: τῶν περὶ τὸν Μενεκράτην ἐν διδύμοις τὸν ἥλιον λεγόντων, ἐν ᾧ τὰ τῆς καταστάσεως τῶν φαινομένων ὅπως εἶχε πρόκειται, εἰσὶν [δὲ] οἳ φασι περὶ τὰς ἐσχάτας μοίρας τοῦ καρκίνου εἶναι τότε τὸν ἥλιον. οὐ γὰρ ἂν μόνως τὴν σελήνην πρὸς * * ἀνατολὴν ἔσεσθαι * * συνάγουσιν οὕτως ἃ βούλονται. εἰ μὲν γὰρ πάλαι τὴν σελήνην ὡς ἐν τρισὶν ἡμέραις τοῦτον * * οἱ φύλακες εὐήθεις ἱκανῶς ἔσονται. εὔλογον γάρ * *: —