Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Θυμβραῖον: παρὰ τὴν ἱστορίαν. ὁ γοῦν Διονυσόδωρος ἐν τοῖς Παρὰ τοῖς τραγικοῖς ἡμαρτημένοις φησὶν οὕτως· ὁ δὲ Εὐριπίδης τὸ τοῦ Ἀπόλλωνος ἄλσος τοῦ Θυμβραίου ⟨ὅ⟩ στάδια ν ἀπέχει τῆς πόλεως, κατὰ τῶν πυλῶν φησι. ⟨δύναται δὲ⟩ καὶ στίζεσθαι εἰς τὸ βωμόν· ἢ ἄστεος πέλας· οὐδὲν γὰρ τὸ κωλῦον: —