Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄλλως: [περὶ] τῶν Πανικῶν λεγομένων κινημάτων Ἀπολλόδωρος τὴν αἰτίαν ἐκτίθησι ταύτην· τὰ ὄρη καὶ αἱ νάπαι καὶ πάντα τὰ ὕπαντρα τῶν ὀρῶν ἐστιν ἠχώδη. ποικίλων ⟨οὖν⟩ καὶ παντοδαπῶν φωνῶν ἐν τοῖς

ὄρεσι γινομένων ὑπό τε κυνηγῶν καὶ ζῴων ἡμέρων τε καὶ ἀγρίων ἦχοι ⟨ἐκμι⟩μητικοὶ γίνονται τούτων. ὅθεν πολλάκις τινὲς τὰ μὲν σώματα τῶν φωνούντων οὐχ ὁρῶντες, αὐτὴν δὲ μόνην τὴν προσπίπτουσαν φωνὴν ⟨ἀκροώμενοί⟩ φασι Πᾶνα σὺν ταῖς Νύμφαις ἐν τοῖς ἄντροις μετ’ αὐλῶν καὶ συρίγγων φωνεῖν: —