Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀλλ’ ἦ Κρονίου Πανός: τὸν ⟨Πᾶ⟩να οἱ μὲν Πηνελόπης

φασὶ * * [Καλλιστοῦς καὶ Διὸς παῖδας γενομένους * * ἀφ’ ἧς ὄρος Κυλλήνης] ἄλλοι δὲ Ἀπόλλωνος καὶ Πηνελόπης * * ὡς καὶ Εὐφορίων [frg. 164] * * ὃν ἔθρεψαν νύμφαι· διὸ καὶ νυμφαγενῆ αὐτόν φησι, τραφέντα παρ’ ἐκείναις. Ἄραιθος δὲ ὁ Τεγεάτης [frg. 5] Αἰθέρος αὐτὸν καὶ νύμφης Οἰνόης γενεαλογεῖ. ἔνιοι δὲ Ὀρσινόης νύμφης καὶ Ἑρμοῦ. Ἐπιμενίδης [frg. 12] δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους * * Μνασέας [frg. 7] δὲ ξενικώτερον ἀφηγεῖται τὰ περὶ Πᾶνα * * ἢ ὅτι Κρόνου παῖς ἢ ὅτι παλαιός ἐστιν Αἰθέρος γενεαλογούμενος, Κρόνους δὲ καὶ Κρονίους τοὺς πάνυ ἀρχαίους ἔλεγον. ἢ παππωνυμικὸν ὅτι Διός, ὡς τὸν Ἀχιλλέα Αἰακίδην. Αἰσχύλος [frg. 35] δὲ δύο Πᾶνας, τὸν μὲν Διὸς [ὅν καὶ δίδυμον], τὸν δὲ Κρόνου.

[παρὰ δὲ] τὴν αἰφνιδίων φόβων ταραχὴν ἀνῆψαν Πανὶ διὰ τοὺς ἤχους τοὺς ἐν τοῖς ὄρεσι γενομένους, ἔνθα ὁ Πὰν ἅμα ταῖς Νύμφαις συρίζει, ὡς καὶ Ὀδυσσεύς [ζ 122]· ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτὴ Νυμφάων, αἵ ἔχουσ’ ὀρέων αἰπεινὰ κάρηνα: —

ἄλλως: [περὶ] τῶν Πανικῶν λεγομένων κινημάτων Ἀπολλόδωρος τὴν αἰτίαν ἐκτίθησι ταύτην· τὰ ὄρη καὶ αἱ νάπαι καὶ πάντα τὰ ὕπαντρα τῶν ὀρῶν ἐστιν ἠχώδη. ποικίλων ⟨οὖν⟩ καὶ παντοδαπῶν φωνῶν ἐν τοῖς

ὄρεσι γινομένων ὑπό τε κυνηγῶν καὶ ζῴων ἡμέρων τε καὶ ἀγρίων ἦχοι ⟨ἐκμι⟩μητικοὶ γίνονται τούτων. ὅθεν πολλάκις τινὲς τὰ μὲν σώματα τῶν φωνούντων οὐχ ὁρῶντες, αὐτὴν δὲ μόνην τὴν προσπίπτουσαν φωνὴν ⟨ἀκροώμενοί⟩ φασι Πᾶνα σὺν ταῖς Νύμφαις ἐν τοῖς ἄντροις μετ’ αὐλῶν καὶ συρίγγων φωνεῖν: —