Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

χθὼν δ’ ἀντὶ καρποῦ καρπόν: καρποῦ τοῦ δράκοντος ἢ τῶν γηγενῶν· καρπὸν δὲ πάλιν τὸν Μενοικέα: — MTAB

ἐὰν ἡ Γῆ ἀντὶ τοῦ αἵματος τοῦ δράκοντος ἕτερον αἷμα λάβῃ, ἔσται τότε εὐμενὴς ὑμῖν. ἐλυπεῖτο δὲ ἡ Γῆ ὅτι γηγενεῖς ἦσαν. δεξαμένη

οὖν τὸ αἷμα ἀντὶ τοῦ αἵματος, ὅ ἐστιν [καρπὸν ἀντὶ καρποῦ] ⟨ἀντὶ τοῦ⟩ ἰδίου τοῦ φονευθέντος τὸ τοῦ ἀπὸ τοῦ δράκοντος, εὐμενὴς ⟨ἂν⟩ γένοιτο: — MTA

ἕξετ’ εὐμενῆ Γῆν: ἐλυπεῖτο γὰρ ἡ Γῆ ὅτι τῶν γηγενῶν Σπαρτῶν ἐδέξατο τὸ αἷμα: — MTAB