Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἐκεῖνο μὲν γάρ: ἐκεῖνο γάρ πρῶτον ἦν ἴαμα, τῶν ἀπὸ Οἰδίπου μηδένα πολίτην μηδὲ ἄνακτα εἶναι τῇδε τῇ πόλει ὡς κακοδαιμονοῦντας: — MTA
ἄλλως: πρωτεῦον αἱρετώτατον: — MTABi
ἔθος ποιητικὸν τὸ ἀπὸ τοῦ γάρ ἄρχεσθαι. Ὅμηρος [κ 190]· ὦ φίλοι, οὐ γάρ τ’ ἴδμεν ὅπῃ ζόφος καί [κ 226]· ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη. καὶ Μένανδρος [frg. 232]· ἐκ γειτόνων οἴκων γὰρ, ὦ τοιχώρυχε — MTAB