Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἔνδοξον: — MgAg

βλάστημα: — MgAg

ὦ κλεινὸν οἴκοις: ἡ τοῦ δράματος διάθεσις ἐνταῦθα ἀγωνιστικωτέρα γίνεται. τὰ γὰρ τῆς Ἰοκάστης παρελκόμενά εἰσι καὶ ἕνεκα τοῦ θεάτρου ἐκτέταται. ἡ δὲ ἔξοδος τοῦ παρθένου εἰκών ἐστι τῆς Ὁμηρικῆς τειχοσκοπίας τῆς Ἑλένης ἐκ τοῦ ἐναντίου· ἐκεῖ γὰρ γυνὴ τῷ γέροντι

δείκνυσιν. διδάσκει δὲ πρόοδον παρθένου γίνεσθαι κατ’ ἐπιτροπὴν μὲν μητρός, παιδαγωγίαν δὲ τροφέως, χρείας μὴ τῆς τυχούσης ἐπειγούσης τὴν ἔξοδον: — MTAB

ἄλλως: εὖ διῴκηται ἡ τῆς Ἀντιγόνης ἔξοδος· καλῶς δὲ τὴν βασιλικὴν παρθένον οὐ γυναῖκες φυλάττουσιν, ἀλλ’ ὁ διὰ τὸ γῆρας σώφρων καὶ φρόνιμος. τοιγαροῦν οὐκ ἀσκέπτως μετ’ αὐτῆς ἔξεισιν, ἀλλ’ ἐρημίαν παραφυλάξας. † ἐνόμιζε γὰρ διὰ τὸν πάσης τῆς πόλεως κίνδυνον δεῖν τὴν τῆς κόρης ἀμελεῖσθαι ποιεῖν εὐταξίαν: — MTAB