Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† ἀμφὶ μέσον Δίρκας: λείπει τὸ ὅς· ὅς, ὁ πόρος, κατὰ τὸ πεδίον τῆς Δίρκης ἔμπροσθεν τοῦ Ἰσμηνοῦ καταδύεται. οὗτοι γάρ εἰσιν οἱ δύο ποταμοὶ, ἡ Δίρκη καὶ ὁ Ἰσμηνός: — AB

ἄλλως: περὶ τὸν μέσον πόρον τῶν διδύμων ποταμῶν τῆς Δίρκης· ἥτις σχιζομένη δύο ἀποτελεῖ ποταμοὺς, οὓς καὶ διδύμους ἐκάλεσεν, ἐπεὶ ἐξ ἑνὸς οἱ δύο ἀποτελοῦνται: — AB

ἀντὶ τοῦ καταδύεται. λείπει δὲ ἥτις· ⟨ἥτις⟩ ἐπαρδεύει τὸ πεδίον, ἡ Δίρκη: — Mi