Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὄμμα Κιθαιρὼν: ὅπερ ἐφορᾷ ἡ Ἄρτεμις ὑπὲρ τὰ ἄλλα ὄρη. καὶ ἔστιν ὅραμα * * ἢ ὡς καλλιστεῦον παρὰ τῇ θεῷ, ὥσπερ ἐν τῷ σώματι τὸ ὄμμα. πολύθηρον γάρ ἐστι, κυνηγέτις δὲ ἡ θεὸς Ἄρτεμις ὑπάρχει: — MTAB

ἄλλως: ὦ ὄμμα τῶν ἄλλων ὀρῶν Κιθαιρών, ὅραμα, ἤτοι διὰ τὸ ὑψηλὸν εἶναι καὶ πόρρωθεν τοῖς πᾶσιν ὁρᾶσθαι, ἢ ὅτι ἄνωθεν ἦν πάντα καθορᾶν. ἢ ἁπλῶς ἐκπρεπέστατον χρῆμα αὐτὸν ἂν εἴη λέγων. λέγει τὸν Κιθαιρῶνα ὑπὲρ τὰ ἄλλα πάντα ὄρη * τῇ Ἀρτέμιδι ὥσπερ ὀφθαλμὸς ἐν σώματι. λέγονται δὲ ἐνταῦθα ἱδρῦσθαι αἱ Μοῦσαι: — MTA