Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τῶν Θηβαίων γένος: — MgAg

Σπαρτῶν γένναν: τοὺς Θηβαίους· οἱ γὰρ περιλειφθέντες ἐκ τῶν σπαρτῶν ὀδόντων τοῦ δράκοντος τῶν ἑξῆς πάντων εἰσὶ πρόγονοι: — MiTA

ἀσπιδοφέρμονα θίασον ἔνοπλον: ποιεῖς δηλαδὴ θίασον ἀσπιδοφέρμονα: — MTA

ἄλλως: ἀντὶ τοῦ ἀσπιδοθρέμμονα· φέρσαι γὰρ τὸ θρέψαι· τὸν ἐν ἀσπίδι τραφέντα, τουτέστι τὸν σπαρτὸν λαὸν τὸν πολεμικόν. παραγώγως, ἀντὶ τοῦ ἀσπιδηφόρον: — TAB