Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

λείπει τὸ ἀλλά: — Mg

χαλινῶν. ἀντιπτώσεις δέ εἰσι· σὺν ἅρμασι καὶ ψαλίοις μονονύχων πώλων τετραβαμόνων, ἢ τετραπόδων: — MiTABi

† ἄλλως: ψαλίων: τῶν ἵππων, παρὰ τὸ ψᾶσθαι αὐτοὺς λίαν ἤτοι τιθασεύεσθαι. τῇ γὰρ ἐπαφῇ τῶν χειρῶν οἱ ἵπποι συχνῶς καταψώμενοι τιθασοὶ λίαν γίνονται, ὥστε † οὔτε χρὴ δὴ λέγεσθαι ψάλιον ἵππον. διαφέρουσι δὲ αἱ λέξεις, ἡ ψάλιος καὶ τὸ ψέλλιον. σημαίνει γὰρ ἡ μὲν τὸ τιθασευόμενος ἵππος, ἡ δὲ πᾶν τὸ ἐπιτιθέμενον ἵπποις εἰς κόσμον καὶ δυνάμενον ἐν τῇ κινήσει ψελλισμὸν, ἤτοι ψιθυρισμὸν, ἀποτελεῖν: — A

† οὕτως συντάξεις τὸ ὅλον χωρίον· οὐ δινεύεις καὶ στρέφεις μώνυχα πῶλον μετὰ νεβρίδων καὶ ἐλαφείων δερμάτων ὑπὸ τῷ θυρσομανεῖ καὶ χαίροντι τοῖς θύρσοις καὶ νάρθηξι Διονύσῳ, ἀλλὰ δινεύεις καὶ στρέφῃ ἐν ἅρμασι καὶ τετραβάμοσι τῶν ψαλίων καὶ τῶν ἵππων, ἤτοι τετρώρῳ ἵππῳ: — A

μεταπλασμός· ἀπὸ τοῦ μονόνυχον μώνυχα: — MiAg

Ἰσμηνοῦ τ’ ἐπὶ χεύμασι: ἡδὺ μὲν καὶ χαρίεν οὐδὲν πράττεις, ἐπιβαίνων δὲ τοῖς χεύμασι τοῦ Ἰσμηνοῦ σὺν ἅρμασι καὶ ψαλίοις μονονύχων πώλων τῇ ἱππικῇ ἐκμαίνῃ: — MTAB