Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐδ’ ὑπὸ θυρσομανεῖ: οἷον· οὐ χορεύεις μετὰ κλάδων καὶ δερμάτων ἐλαφείων, ἀλλὰ ἁρμάτων ἐπιβαίνων καὶ ἵππων τετραπόδων

παρὰ ταῖς ὄχθαις τοῦ Ἰσμηνοῦ ποταμοῦ ταῖς ἱππικαῖς χορείαις ἀνασκιρτᾷς ἐπεγείρας καὶ παροξύνας τὴν γένναν τῶν Θηβαίων τοῖς Ἀργείοις τὸν χορὸν τὸν φέροντα καὶ σείοντα τὰς ἀσπίδας ἐξ ἐναντίας κοσμήσας τῷ σιδήρῳ: — MT

ἡ ὑπό ἀντὶ τῆς σύν· σὺν τῷ μανίαν ἐμποιοῦντι θύρσῳ: — Mg

οὐδ’ ὑπὸ θυρσομανεῖ: ἀντὶ τοῦ μετὰ θυρσομανοῦς. λέγει δὲ τοῦ Διονύσου. ἡ ὑπό ἀντὶ τῆς σύν· σὺν θυρσομανεῖ Διονύσῳ· ὅπερ καὶ ἄμεινον: — TAB

νεβρίδων μέτα: νεβρίς ἐστι δέρμα ἐλάφου κατάστικτον ὃ φοροῦσιν οἱ βακχευταί. ἐπειδὴ γὰρ οἱ μαινόμενοι τὸ δέρμα αὐτῶν κατατέμνοντες ποικίλον αὐτὸ ποιοῦσιν, οἱ σώφρονα μανίαν μαινόμενοι τῷ καταστίκτῳ τῆς νεβρίδος σοφίζονται τῆς μανίας τὸ σχῆμα: — MTAB

δινεύεις: οὐδὲ χορεύεις, φησὶν, ὑπὸ θυρσομανεῖ, τῷ κώμῳ, μετὰ νεβρίδων, ἐν ἅρμασι καὶ ἵπποις ἀναστρεφόμενος. τουτέστιν· οὐ νεβρίδας ἔχων καὶ θύρσους, ὥσπερ οἱ τοῦ Διονύσου χοροὶ, δινεύεις καὶ περιχορεύεις, ἀλλ’ ἅρμασι καὶ ἵπποις ἐπιβαίνεις. ἅπμασι δὲ τοῖς τετραπόδοις, ἅρμασιν οἷς τετράποδα ὑπέζευκται: — MTA