Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τῆς νεανικῆς ἀκμῆς: — Mi

νεάνιδος ὥραις: ἀντὶ τοῦ ὡραίας, ἀκμαίας, ὥραν ἐχούσης γάμου. τὸ δὲ ἑξῆς· οὐ μέλπῃ * * τουτέστιν· οὐκ ᾄδεις οὐδὲ ὑμνεῖς ἐπὶ ἀκμαζούσῃ κόρῃ νυμφιδίους ᾠδὰς οὐδὲ αὐλῶν μέλεσι χορεύεις ἀνασείσας τὸν πλόκαμον ὥσπερ ὁ Διόνυσος καὶ οἱ τούτου χοροὶ, ἀλλ’ ἐπὶ πολέμους ὁρμᾷς: — MTA

ἄλλως: τοῖς γαμηλίοις καιροῖς. ἢ νεάνιδος ἀκμαίας, ὥραν ἐχούσης γάμου: — MTAB