Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† ταῦτά τινες εἴδη δορατίων φασί. τουτέστι τὰ ἑκατέρωθεν βαλλόμενα: — Bi

σὺν δίκῃ νικηφόρῳ: ἑαυτὸν γὰρ δίκαιον ᾤετο ἀμυνόμενος περὶ πάτρης, ἐκεῖνον δὲ ἀσεβῆ κατὰ πατρίδος στρατευόμενον. καὶ Ὅμηρος [Μ 243]· εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης — MTAB

τῇ φερούσῃ μοι τὴν νίκην: — Mg

τῇ δ’ Εὐλαβείᾳ: σωματοποιεῖ τὴν Εὐλάβειαν· Ὅμηρος [Α. 37]· Δεῖμός τε Φόβος τέ’. τῇ δ’ Εὐλαβείᾳ εὔχονται, ἵνα αὐτοὶ ἀφόβως ἐπέλθωσιν. ἢ ἵνα τοῖς πολεμίοις φόβον ἐμβάλῃ: — MTAB