Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σοί νιν ἔκγονος κτίσαν: ἀντὶ τοῦ υἱός: — M

ἔκγονος: Ἐπαφον λέγει τὸν Διὸς υἱόν. σοὶ οὖν, τῷ Ἐπάφῳ, ἔκτισαν τὰς Θήβας αἱ διώνυμοι θεαί: — M σοί νιν ἔκγονοι: γράφεται καὶ σῷ νιν ἐκγονῳ κτίσαν, ἵν’ ᾖ· τῷ ἐκγόνῳ σου, Ἔπαφε, τῷ Κάδμῳ, αἱ θεαὶ κατέκτισαν τὰς Θήβας. γέγονε δὲ περὶ τὴν γραφὴν ἁμάρτημα. ἄρχοντος γὰρ Ἀθήνησιν Εὐκλείδου μήπω τῶν μακρῶν εὑρημένων τοῖς βραχέσιν ἀντὶ τῶν μακρῶν ἐχρῶντο, τῷ ̄ε ἀντὶ τοῦ η καὶ τῶ ̄ο ἀντὶ τοῦ ω. ἔγραφον οὖν τὸ δήμῳ μετὰ τοῦ ῑ· δῆμοι. μὴ νοήσαντες δὲ ὅτι κατὰ τὴν ἀρχαίαν γραφήν ἐστι καὶ δεῖ μεταθεῖναι τὸ ̄ο εἰς τὸ ὦ ἐτάραξαν τὸ νοητόν: — MTAB

ἄλλως: σοί νιν ἔκγονοι κτίσαν: ὁ σὸς ἔκγονος Κάδμος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν ἐν τούτῳ τῷ τόπῳ, ἐν ᾧ αἱ διώνυμοι θεαὶ ᾤκησαν. δεδόσθαι γὰρ τὰς Θήβας τῇ Περσεφόνῃ ὑπὸ Διὸς ἀνακαλυπτήρια, ὡς Εὐφορίων [frg. 48]·

ἀλλ’ οὔπω Θήβῃ πεπρωμένα κεῖτο τάλαντα, τὴν ῥά ποτε Κρονίδης δῶρον πόρε Περσεφονείῃ, ὃν γαμέτην ὅτε πρῶτον ὀπωπήσασθαι ἔμελλε, νυμφιδίου σπείροιο παρακλίνασα καλύπτρην: — MTAB

ἄλλως: ἀντὶ τοῦ· ὁ σὸς ἔκγονος αὐτὴν ἔκτισεν ὅπου αἱ διώνυμοι θεαὶ ᾤκησαν. ἀπόγονος ὁ Κάδμος Ἐπάφου, ἐπεὶ Ἀγήνορός ἐστιν υἱός: — MTA

ὁ νοῦς· κατακαλούμεθά σε, ὦ Ἔπαφε, Ἰοῦς καὶ Διὸς γένεθλον, εἴσελθε δὴ σωτήριος εἰς τὰς Θήβας καὶ ταῖς παρ’ ἡμῶν ἱκεσίαις ἐπίνευσον. ὁ σὸς γὰρ ἔκγονος Κάδμος ἔκτισε τὰς Θήβας· ὅθεν δικαίως ἂν σῴζοις αὐτάς. τὸ οὖν πληθυντικὸν ἀντὶ τοῦ ἑνικοῦ κεῖται· ἔδει γὰρ εἰπεῖν σὸς ἔκγονος: — MTABg

† ἄλλως: ἀντὶ τοῦ τὴν γῆν, τουτέστι τὰς Θήβας. προμάτορα δὲ αὑτῶν αἱ Φοίνισσαι τὴν Ἰὼ ἔφασαν διὰ τὸ Φοίνικα ἀπὸ Ἰοῦς ⟨τὸ⟩ γένος κατάγειν. Κάδμου γὰρ καὶ Εὐρώπης ἀδελφὸς Φοῖνιξ: — T