Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

κισσὸς ὃν περιστεφής: ὁ πανταχόθεν αὐτὸν στέψας. τοῦ γὰρ οἴκου κεραυνωθέντος ἐξήμβλωσεν αὐτὸν ἡ μήτηρ φοβηθεῖσα, κισσὸς δὲ περιέλιξεν: — MTAB

ἄλλως: ὅντινα, Διόνυσον, κισσὸς ἔξωθεν περιπλακεὶς ἔτι βρέφος ὄντα κατὰ τοῦ νώτου ἐκάλυψεν. ἱστορεῖ γὰρ Μνασέας [frg. 18] ὅτι τῶν Καδμείων βασιλείων κεραυνωθέντων κισσὸς περὶ τοὺς κίονας φυεὶς ἐκάλυψεν αὐτὸν, ὅπως μὴ αὐθημερὸν καὶ ἐν μηδενὶ τὸ βρέφος διαφθαρῇ [καλυφθέν κισσῷ]· διὸ καὶ περικιόνιος ὁ θεὸς ἐκλήθη παρὰ Θηβαίοις: — MTAB