Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ μάντευμα ἐχρησμῴδησεν: — MgBg

πεδία μὲν τὸ θέσφατον: τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. κεῖται γὰρ νῦν ὁ μέν ἀντὶ τοῦ δέ, ἵν’ ᾖ· πεδία δὲ τὸ θέσφατον ἔχρησε πυροφόρα ἔσεσθαι: — MTAB

ἄλλως: πεδία δόμων, δι’ ὧν αἱ συστάσεις τῶν δόμων ἔσονται. ὁ δὲ νοῦς οὕτως· τὸ θέσφατον δὲ ἔχρησεν ἐκεῖ τοὺς ἀγροὺς γενέσθαι ὅπου ἡ καλλιπόταμος νοτὶς τῆς Δίρκης ἐπινέμεται τὰς γύας: — MTAB

τῆς δὲ πόλεως κτισθείσης καὶ τὴν χώραν πυροφόρον ἔσεσθαι ὁ χρησμὸς ἐσήμηνε διὰ τοῦ τῆς Δίρκης ὕδατος. ἐμφαίνει δέ τινα

ποταμὸν ὑπὸ τῆς Δίρκης ἀποτελεῖσθαι Δίρκην ὁμωνύμως καλούμενον.

ὁ δὲ νοῦς· ἔνθα τὸ καλλιπόταμον ὕδωρ τῆς Δίρκης ταῖς βαθυσπόροις ἐπεμβαίνει γύαις: — MTA