Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

εἰς ὄμμαθ’ αὑτοῦ: τινές φασιν ἐξ ἰδίας κατάρας ἐπελθεῖν αὐτῷ τὴν πήρωσιν: — MABi

ἄλλως: ὅμοια Ἑλλάνικος [cf. frg. 12]. ἐν δὲ τῷ Οἰδίποδι [frg. 545] οἱ Λαΐου θεράποντες ἐτύφλωσαν αὐτόν· ἡμεῖς δὲ Πολύβου παῖδ’ ἐρείσαντες πέδῳ ἐξομματοῦμεν καὶ διόλλυμεν κόρας.’ πῶς δὲ, φασὶν, ἡ Ἰοκάστη μετὰ τοσαῦτα καὶ τηλικαῦτα δυστυχήματα ἔζη. ῥητέον ὅτι πᾶσα γυνὴ πρὸς θάνατον δειλόν. Μένανδρος [frg. inc. 16]· ὀκνεῖ δὲ νοῦν ἔχουσ’ ἴσως, ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμποιεῖ τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν τῷ πάθει — MAB

πήρωσιν: — MgAg ἀντὶ τοῦ ἐτύφλωσεν αὑτόν: — MgAg