Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὅταν δὲ χρῄζωσ’: ἀντὶ τοῦ βούλωνται· ὅταν δὲ βούλωνται καὶ χρείαν ἔχοιεν τοῦ παρέχειν αὐτὰ ἑτέροις: — MTABi

ἄγ’ ἤν σ’ ἔρωμαι: ἄγε, ἐάν σε ἐρωτήσω δύο λόγους προβαλλομένη ἆρα τυραννεῖν θέλεις ἢ τὴν πόλιν σῶσαι, πάντως ἐρεῖς μοι τυραννεῖν: — MTAB

ἐρεῖς τυραννεῖν: ἐὰν γὰρ τυραννεῖν θέλῃς, πολεμηθήσεται ἡ χώρα: — MTA

ἐὰν δὲ νικήσῃ σε οὗτος, τί. λείπει δὲ τὸ τί: — Mg

ἀντὶ τοῦ· τοὺς Θηβαίους νικήσῃ: — MgBi