Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
διὰ τὴν ἰσότητα παραχωροῦσιν ἀλλήλοις τοῦ νικᾶν ἀνελλιπῶς λάμποντες: — MTABi
εἶθ’ ἥλιος μέν: εἶτα ὁ ἥλιος μὲν καὶ ἡ νὺξ τῷ ἴσῳ δουλεύουσι, σὺ δ’ οὐκ ἀνέξῃ τῶν δωμάτων ἔχων τὸ ἴσον δουλεύειν τῇ ἰσότητι: — MTAB
ἔχων ἴσον: ἐὰν γράφηται ἔχειν, καὶ ἀπονέμειν· ἐὰν δὲ ἔχων, καὶ ἀπονέμων: — MTABi