Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐπέβαλες ἀνέτειλας. ἐμφαντικὸν δὲ πάνυ τὸ ἀκτῖν’ ἐφῆκας: — MiAg

ἡνίκα διὰ τὴν ἀδελφὴν αὐτοῦ Εὐρώπην καταλιπὼν τὴν ἑαυτοῦ γῆν παρεγένετο ἐνταῦθα: — Mg

Κάδμος ἡνίκ’ ἦλθε γῆν: ὁ Κάδμος παρὰ τοῦ πατρὸς αὐτοῦ ἀποσταλεὶς τὴν ἰδίαν ζητῆσαι ἀδελφὴν καὶ μὴ ὑποστρέψας εἰς τὴν ἑαυτοῦ πατρίδα διὰ τὸ ⟨ἀπαγορευ⟩θῆναι παρὰ τοῦ πατρὸς εἰ μὴ αὐτὴν καταλάβοι, τὴν Ἁρμονίαν ἁρπάσαι προνοίᾳ Ἀθηνᾶς λέγεται: — M

Λιβύης τῆς Ἐπάφου καὶ Ποσειδῶνος Ἀγήνωρ καὶ Βῆλος· Ἀγήνορος δὲ καὶ Ἀργιόπης τῆς Νείλου Κάδμος Κίλιξ Φοῖνιξ, ἀφ’ οὗ οἱ Φοίνικες·

Φοίνικος καὶ Τηλέφης τῆς Ἑπιμεδούσης Πείρως Ἀστυπάλη Εὐρώπεια. ἔνιοι δὲ ἀντὶ Ἁρμονίας Ἠλέκτραν αὐτόν φασι γῆμαι: — MTAB