Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

παῖς πατέρα κτείνει: — Mg

φονεύει: — MgAg

καὶ λαβὼν ὀχήματα: ζητοῦσι πῶς ἐπὶ τὸ μαντεῖον οὐκέτι ἀπῆλθεν ὁ Οἰδίπους. φασὶν ὅτι οὐκ ᾤετο τὸν θεὸν εὐθέως χρήσειν αὐτῷ μυσαρῷ γενομένῳ πρὶν καθαρθῆναι καὶ ἅμα ἵνα μὴ γνῷ ὅτι πατέρα ἔκτεινεν· εἵμαρτο γὰρ αὐτῷ καὶ μητέρα γῆμαι. ὅτι δὲ Πολύβῳ δέδωκε

τοὺς ἵππους καὶ Ἀντίμαχός φησιν ἐν Λύδῃ [frg. 34]· εἶπε δὲ φωνήσας· Πόλυβε, θρεπτήρια τούσδε ἵππους τοι δώσω δυσμενέων ἐλάσας. ζητοῦσι δὲ πάλιν πῶς οὐδεμίαν Θηβαῖοι ζήτησιν πεποίηνται τεθνεῶτος αὐτοῖς τοῦ βασιλέως. λεκτέον ὅτι εὐθὺς μὲν αὐτὸν οὐκ ἐπεζήτησαν ἐν Δελφοῖς εἶναι νομίζοντες, μετὰ δὲ ταῦτα τῶν ἵππων ἀφανῶν γενομένων λῃστῶν ἐδόκει τοὔργον γεγονέναι: — MTAB

ἄλλως: δεῖ νοεῖν ὅτι Οἰδίπους φονεύσας τὸν Λάιον ὡς ἐναγὴς παραχρῆμα οὐκ εἰσῆλθεν εἰς τὸ ἱερόν· οὐ γὰρ ᾤετο χρήσειν αὐτῷ τὸν θεόν. ὑποστρέψας δὲ εἰς Κόρινθον μετὰ τῶν ἵππων Λαΐου καὶ καθαρθεὶς τὸν φόνον πάλιν ἐπὶ τῷ γνῶναι τοὺς γονεῖς ἐπανῆλθε πρὸς τὸν θεόν. λαβὼν δὲ χρησμὸν ὡς ὅτι ἐπὶ φθορᾷ τοῦ πατρὸς ἐτέχθη καὶ συνουσίᾳ τῆς μητρὸς διέγνω φυγεῖν τὴν Κόρινθον τὴν νομιζομένην πατρίδα. γνοὺς δὲ τοῦ Κρέοντος τὸ κήρυγμα ἐπὶ τὸν ἀγῶνα καθίησιν ἑαυτὸν τῆς Σφιγγὸς κινδύνῳ τὴν εὐτυχίαν θηρώμενος: — MTAB