Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† ποτὲ μὲν ἐπ’ ἦμαρ: ὁ ὢν ἐν κακοῖς, ἐλπίζων δὲ ἀγαθὰ δοκεῖ τῇ ἐλπίδι τοῦ ἀγαθοῦ παραμυθεῖσθαι τὴν λύπην: — A

φίλοι δὲ πατρός: παρὰ τὸ Φιλοκτήτου· ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι. πῶς δὲ ταῦτά φησιν, ὅπου γε ὑπὸ τῶν φίλων εἰς τὴν πατρίδα κατάγεται. ἢ τάχα πρὸ τοῦ γάμου δυστυχῶν ὑπὸ τῶν φίλων ἠμελεῖτο, γήμας δὲ καὶ τῆς δυστυχίας ἀπαλλαγεὶς, τότε πάλιν φίλους ἔσχε. πρὸ τοῦ τοίνυν ἐντυχεῖν τῷ Ἀδράστῳ ταῦτα παθεῖν φησιν: — MTAB

εὔχου σὺ πράττειν καλῶς· τὰ γὰρ τῶν φίλων οὐδέν ἐστιν, ἐάν τις δυστυχῇ: — MgA

τὸ γένος οὐκ ἔβοσκέ με: ἐψεύσατο· πρῶτον γὰρ διὰ τὸν χρησμὸν ὁμολογουμένως ὁ Ἄδραστος, ἔπειτα δὲ καὶ διὰ τὸ γένος συνῴκισεν αὐτῷ τὴν θυγατέρα Ἀργείαν. οὐκ ἂν γὰρ οὐδὲ ὁ Ἀπόλλων τὸν τυχόντα ἔλεγεν ἑλέσθαι: — MTABi