Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
δεινὸν γυναιξίν: τίμιον. ἢ μέγα κακόν: — MTAB
ἄλλως: δεινὸν γυναιξίν: δεινόν: ἀντὶ τοῦ τίμιον θαυμαστόν. ὁ
δὲ νοῦς· αἱ γοναὶ αἱ ὀδύνης αἴτιαι θαυμαστόν τι καὶ τίμιον παρὰ ταῖς γυναιξίν. ἐν ἤθει δὲ θαυμαστικῶς εἴρηται ὅτι ταῖς γυναιξὶν ἡ ὀδύνη φίλτρον καθέστηκε καὶ παρὰ πάσαις τὸ φιλότεκνον σῴζεται: — MTABἄλλως: αἱ δι’ ὠδίνων γοναί: καθότι πρὸ τοῦ τεκεῖν πολλὴν ταλαιπωρίαν παρέχουσιν· ὡσεὶ ἔλεγε· καίτοι τῶν γονῶν ἐπωδύνων οὐσῶν ὅμως φιλότεκνοί εἰσιν αἱ γυναῖκες: — MTAB