Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

κρύπτεται: κρύπτεται δ’ ἐν τῇ σκοτία σὺν ταῖς ἀλαλαῖς τῶν αἰαγμάτων, ὅ ἐστι σὺν ταῖς βοαῖς τῶν θρήνων: — MABg

καὶ γάμοισι δὴ κλύω ζυγέντα: ζευχθέντα συναφθέντα. ἀκούω σε ἐν γάμοις ζυγέντα παιδοποιὸν ἔχειν ἡδονήν: — MTABi

ξένοισιν ἐν δόμοις: ταῦτα διὰ μέσου. τὸ γὰρ ἑξῆς· σὲ δ’, ὧ τέκνον, ἀκούω ἐπὶ ξένης ζευχθῆναι καὶ ξένην συγγένειαν ἔχειν καὶ ἄτην γάμων αὐθαίρετον, τουτέστιν ἣν αὐτὸς σεαυτῷ ἐπηγάγου. ταῦτα δὲ ἀνεπίληστα ἐμοὶ καὶ τῷ σῷ προγόνῳ Λαΐῳ, εἰ καὶ τέθνηκεν ἤδη: — MTAB